§9.1.1Ὁ ἀδικῶν ἀσεβεῖ·
行不义者即是不敬神。
τῆς γὰρ τῶν ὅλων φύσεως κατεσκευακυίας τὰ λογικὰ ζῷα ἕνεκεν ἀλλήλων, ὥστε ὠφελεῖν μὲν ἄλληλα κατ’ ἀξίαν βλάπτειν δὲ μηδαμῶς, ὁ τὸ βούλημα ταύτης παραβαίνων ἀσεβεῖ δηλονότι εἰς τὴν πρεσβυτάτην τῶν θεῶν.
因为整体的自然创造理性动物是为了让他们彼此造福,即根据各自的价值互相帮助,而绝不互相伤害;所以违背她意志的人,显然是对最古老的神明犯了不敬之罪。
καὶ ὁ ψευδόμενος δὲ ἀσεβεῖ περὶ τὴν αὐτὴν θεόν· ἡ γὰρ τῶν ὅλων φύσις ὄντων ἐστὶ φύσις· τὰ δέ γε ὄντα πρὸς τὰ ὑπάρχοντα πάντα οἰκείως ἔχει.
而撒谎者也对同一女神犯了不敬之罪,因为整体的自然即是存在者的自然,而存在者与所有现存的事物都具有亲和关系。
ἔτι δὲ καὶ ἀλήθεια αὕτη ὀνομάζεται καὶ τῶν ἀληθῶν ἁπάντων πρώτη αἰτία ἐστίν.
此外,这一自然也被称为真理,是一切真实事物的首要原因。
§9.1.2ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἀσεβεῖ, καθόσον ἐξαπατῶν ἀδικεῖ· ὁ δὲ ἄκων, καθόσον διαφωνεῖ τῇ τῶν ὅλων φύσει καὶ καθόσον ἀκοσμεῖ μαχόμενος τῇ τοῦ κόσμου φύσει·
因此,故意撒谎者是不敬的,因为他通过欺骗行了不义;而非故意撒谎者也是不敬的,因为他与整体的自然不协调,通过与宇宙的自然抗争而破坏了秩序。
μάχεται γὰρ ὁ ἐπὶ τἀναντία τοῖς ἀληθέσι φερόμενος παρ’ ἑαυτόν· ἀφορμὰς γὰρ προειλήφει παρὰ τῆς φύσεως, ὧν ἀμελήσας οὐχ οἷός τέ ἐστι νῦν διακρίνειν τὰ ψευδῆ ἀπὸ τῶν ἀληθῶν.
因为凡是因自身过错而被推向与真理相反方向的人,就是在与自然抗争;他先前已从自然那里预先获得了能力,却因疏忽而如今无法辨别虚假与真实。
καὶ μὴν ὁ τὰς ἡδονὰς ὡς ἀγαθὰ διώκων, τοὺς δὲ πόνους ὡς κακὰ φεύγων ἀσεβεῖ·
再者,将快乐视作善来追求、将痛苦视作恶来回避的人,也是不敬的。
ἀνάγκη γὰρ τὸν τοιοῦτον μέμφεσθαι πολλάκις τῇ κοινῇ φύσει ὡς παῤ ἀξίαν τι ἀπονεμούσῃ τοῖς φαύλοις καὶ τοῖς σπουδαίοις, διὰ τὸ πολλάκις τοὺς μὲν φαύλους ἐν ἡδοναῖς εἶναι καὶ τὰ ποιητικὰ τούτων κτᾶσθαι, τοὺς δὲ σπουδαίους πόνῳ καὶ τοῖς ποιητικοῖς τούτου περιπίπτειν.
因为这样的人必然经常埋怨共同的自然,认为她没有根据价值将事物分配给坏人和好人,因为坏人常常享有快乐并获得产生快乐的事物,而好人却陷入痛苦及产生痛苦的事物中。
§9.1.3ἔτι δὲ ὁ φοβούμενος τοὺς πόνους φοβηθήσεταί ποτε καὶ τῶν ἐσομένων τι ἐν τῷ κόσμῳ, τοῦτο δὲ ἤδη ἀσεβές·
此外,害怕痛苦的人,有时也会害怕宇宙中将要发生的事,而这已经是大逆不道的。
ὅ τε διώκων τὰς ἡδονὰς οὐκ ἀφέξεται τοῦ ἀδικεῖν, τοῦτο δὲ ἐναργῶς ἀσεβές·
追求快乐的人,则无法避免行不义,这显然是不敬的。
χρὴ δὲ πρὸς ἃ ἡ κοινὴ φύσις ἐπίσης ἔχει (οὐ γὰρ ἀμφότερα ἂν ἐποίει, εἰ μὴ πρὸς ἀμφότερα ἐπίσης εἶχε), πρὸς ταῦτα καὶ τοὺς τῇ φύσει βουλομένους ἕπεσθαι, ὁμογνώμονας ὄντας, ἐπίσης διακεῖσθαι·
对于共同自然一视同仁的事物(因为如果她不一视同仁,就不会同时创造这两者),那些愿意追随自然、与她同心同德的人,也必须一视同仁地对待。
ὅστις οὖν πρὸς πόνον καὶ ἡδονὴν ἢ θάνατον καὶ ζωὴν ἢ δόξαν καὶ ἀδοξίαν, οἷς ἐπίσης ἡ τῶν ὅλων φύσις χρῆται, αὐτὸς οὐκ ἐπίσης ἔχει, δῆλον ὡς ἀσεβεῖ.
因此,凡是对痛苦与快乐、死亡与生命、荣誉与耻辱――整体的自然对这些都是一视同仁地使用的――自己却不能一视同仁对待的人,显然犯了不敬之罪。
§9.1.4λέγω δὲ τὸ χρῆσθαι τούτοις ἐπίσης τὴν κοινὴν φύσιν ἀντὶ τοῦ συμβαίνειν ἐπίσης κατὰ τὸ ἑξῆς τοῖς γινομένοις καὶ ἐπιγινομένοις ὁρμῇ τινι ἀρχαίᾳ τῆς προνοίας, καθ’ ἣν ἀπό τινος ἀρχῆς ὥρμησεν ἐπὶ τήνδε τὴν διακόσμησιν, συλλαβοῦσά τινας λόγους τῶν ἐσομένων καὶ δυνάμεις γονίμους ἀφορίσασα ὑποστάσεών τε καὶ μεταβολῶν καὶ διαδοχῶν τοιούτων.
我说共同自然一视同仁地使用这些,是指由于神防(普罗诺亚)的一种古老冲动,这些事物在生成和继起的事物中依次同等地发生。 根据这种冲动,自然从某个起点开始奔向这一宇宙秩序,孕育了将要发生之事的某些规定(理路),并为这些实体、变化和传承限定了繁衍的力量。