§9.1.1Ὁ ἀδικῶν ἀσεβεῖ·
不正を行う者は不敬を働いている。
τῆς γὰρ τῶν ὅλων φύσεως κατεσκευακυίας τὰ λογικὰ ζῷα ἕνεκεν ἀλλήλων, ὥστε ὠφελεῖν μὲν ἄλληλα κατ’ ἀξίαν βλάπτειν δὲ μηδαμῶς, ὁ τὸ βούλημα ταύτης παραβαίνων ἀσεβεῖ δηλονότι εἰς τὴν πρεσβυτάτην τῶν θεῶν.
というのも、万物の自然が理性的動物たちを互いのために、すなわち、価値に応じて互いに助け合い、決して害し合うことのないように造り出したのであるから、この自然の意志に背く者は、明らかに、神々の中で最も古きものに対して不敬を働いているのである。
καὶ ὁ ψευδόμενος δὲ ἀσεβεῖ περὶ τὴν αὐτὴν θεόν·
また、偽る者も同じ女神に対して不敬を働いている。
ἡ γὰρ τῶν ὅλων φύσις ὄντων ἐστὶ φύσις· τὰ δέ γε ὄντα πρὸς τὰ ὑπάρχοντα πάντα οἰκείως ἔχει.
なぜなら、万物の自然とは存在するものの自然であり、現に存在するものは存在するすべてのものと親和関係にあるからである。
ἔτι δὲ καὶ ἀλήθεια αὕτη ὀνομάζεται καὶ τῶν ἀληθῶν ἁπάντων πρώτη αἰτία ἐστίν.
さらに、この自然は真理とも呼ばれ、あらゆる真なるものの最初の原因なのである。
§9.1.2ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἀσεβεῖ, καθόσον ἐξαπατῶν ἀδικεῖ·
それゆえ、意図的に偽る者は、欺くことによって不正を行う限りにおいて不敬を働いている。
ὁ δὲ ἄκων, καθόσον διαφωνεῖ τῇ τῶν ὅλων φύσει καὶ καθόσον ἀκοσμεῖ μαχόμενος τῇ τοῦ κόσμου φύσει·
他方、意図せずに偽る者も、万物の自然と不調和であり、宇宙の自然と戦って秩序を乱す限りにおいて不敬を働いている。
μάχεται γὰρ ὁ ἐπὶ τἀναντία τοῖς ἀληθέσι φερόμενος παρ’ ἑαυτόν·
なぜなら、真実とは反対の方向に自らの非によって流されていく者は、自然と戦っているからである。
ἀφορμὰς γὰρ προειλήφει παρὰ τῆς φύσεως, ὧν ἀμελήσας οὐχ οἷός τέ ἐστι νῦν διακρίνειν τὰ ψευδῆ ἀπὸ τῶν ἀληθῶν.
というのも、彼はあらかじめ自然から能力を受け取っていたのに、それを怠ったために、今や偽りと真実を区別することができなくなっているからである。
καὶ μὴν ὁ τὰς ἡδονὰς ὡς ἀγαθὰ διώκων, τοὺς δὲ πόνους ὡς κακὰ φεύγων ἀσεβεῖ·
さらにまた、快楽を善として追い求め、苦痛を悪として避ける者も不敬を働いている。
ἀνάγκη γὰρ τὸν τοιοῦτον μέμφεσθαι πολλάκις τῇ κοινῇ φύσει ὡς παῤ ἀξίαν τι ἀπονεμούσῃ τοῖς φαύλοις καὶ τοῖς σπουδαίοις, διὰ τὸ πολλάκις τοὺς μὲν φαύλους ἐν ἡδοναῖς εἶναι καὶ τὰ ποιητικὰ τούτων κτᾶσθαι, τοὺς δὲ σπουδαίους πόνῳ καὶ τοῖς ποιητικοῖς τούτου περιπίπτειν.
なぜなら、そのような人は、共同の自然が劣った者たちと優れた者たちに価値にふさわしくない配分をしているとしばしば非難せざるを得ないからである。 それは、しばしば劣った者たちが快楽の中にあり、それを生み出すものを手に入れる一方で、優れた者たちが苦痛やそれを生み出すものに見舞われることによる。
§9.1.3ἔτι δὲ ὁ φοβούμενος τοὺς πόνους φοβηθήσεταί ποτε καὶ τῶν ἐσομένων τι ἐν τῷ κόσμῳ, τοῦτο δὲ ἤδη ἀσεβές·
さらに、苦痛を恐れる者は、いつか宇宙で起こるべきことの何かをも恐れることになるが、これはすでに不敬なことである。
ὅ τε διώκων τὰς ἡδονὰς οὐκ ἀφέξεται τοῦ ἀδικεῖν, τοῦτο δὲ ἐναργῶς ἀσεβές·
また、快楽を追い求める者は不正を行うことを控えないだろうが、これは明らかに不敬なことである。
χρὴ δὲ πρὸς ἃ ἡ κοινὴ φύσις ἐπίσης ἔχει (οὐ γὰρ ἀμφότερα ἂν ἐποίει, εἰ μὴ πρὸς ἀμφότερα ἐπίσης εἶχε), πρὸς ταῦτα καὶ τοὺς τῇ φύσει βουλομένους ἕπεσθαι, ὁμογνώμονας ὄντας, ἐπίσης διακεῖσθαι·
しかし、共同の自然が等しく臨むものに対しては(なぜなら、両者に対して等しく臨まない限り、自然がその両方を造り出すことはなかっただろうから)、自然に従おうと望む者たちもまた、心を同じくして、等しく臨まなければならない。
ὅστις οὖν πρὸς πόνον καὶ ἡδονὴν ἢ θάνατον καὶ ζωὴν ἢ δόξαν καὶ ἀδοξίαν, οἷς ἐπίσης ἡ τῶν ὅλων φύσις χρῆται, αὐτὸς οὐκ ἐπίσης ἔχει, δῆλον ὡς ἀσεβεῖ.
したがって、苦痛と快楽、あるいは死と生、あるいは名誉と不名誉――万物の自然がこれらを等しく用いているのだが――に対して、自ら等しく臨まない者は、明らかに不敬を働いている。
§9.1.4λέγω δὲ τὸ χρῆσθαι τούτοις ἐπίσης τὴν κοινὴν φύσιν ἀντὶ τοῦ συμβαίνειν ἐπίσης κατὰ τὸ ἑξῆς τοῖς γινομένοις καὶ ἐπιγινομένοις ὁρμῇ τινι ἀρχαίᾳ τῆς προνοίας, καθ’ ἣν ἀπό τινος ἀρχῆς ὥρμησεν ἐπὶ τήνδε τὴν διακόσμησιν, συλλαβοῦσά τινας λόγους τῶν ἐσομένων καὶ δυνάμεις γονίμους ἀφορίσασα ὑποστάσεών τε καὶ μεταβολῶν καὶ διαδοχῶν τοιούτων.
私が「共同の自然がこれらを等しく用いる」と言うのは、プロノイアの太古の衝動に従って、生成するものやその後に生じるものに次々と等しく起こる、という意味である。 その衝動に従って、自然はある始まりからこの宇宙の秩序づけへと突進し、生じるべきもののいくつかの規定を孕み、そのような実体や変化、連続のための生成力を区別して定めたのである。