§8.57.1Ὁ ἥλιος κατακεχύσθαι δοκεῖ καὶ πάντῃ γε κέχυται, οὐ μὴν ἐκκέχυται.
太阳似乎在倾注,而且确实向四面八方倾注,但它并没有倾泻殆尽。
ἡ γὰρ χύσις αὕτη τάσις ἐστίν· ἀκτῖνες γοῦν αἱ αὐγαὶ αὐτοῦ ἀπὸ τοῦ ἐκτείνεσθαι λέγονται.
因为这种倾注其实是延伸;至少,它的光线因其“被延伸”而被称为光线。
ὁποῖον δέ τι ἐστὶν ἀκτίς, ἴδοις ἄν, εἰ διά τινος στενοῦ εἰς ἐσκιασμένον οἶκον τὸ ἀφ’ ἡλίου φῶς εἰσδυόμενον θεάσαιο· τείνεται γὰρ κατ’ εὐθὺ καὶ ὥσπερ διερείδεται πρὸς τὸ στερέμνιον ὅ τι ἂν ἀπαντήσῃ διεῖργον τὸν ἐπέκεινα ἀέρα, ἐνταῦθα δὲ ἔστη καὶ οὐ κατώλισθεν οὐδὲ ἔπεσε.
至于光线是什么样的东西,如果你观察太阳光通过某个狭窄的缝隙进入一个阴暗的房间,你就可以看到:因为它沿直线延伸,并且仿佛支撑在它所遇到的任何固体上,从而隔断了那之外的空气,并且在那里停立,既不滑落也不跌倒。
τοιαύτην οὖν τὴν χύσιν καὶ διάχυσιν τῆς διανοίας εἶναι χρή, μηδαμῶς ἔκχυσιν, ἀλλὰ τάσιν, καὶ πρὸς τὰ ἀπαντῶντα κωλύματα μὴ βίαιον μηδὲ ῥαγδαίαν τὴν ἐπέρεισιν ποιεῖσθαι μηδὲ μὴν καταπίπτειν, ἀλλὰ ἵστασθαι καὶ ἐπιλάμπειν τὸ δεχόμενον· αὐτὸ γὰρ ἑαυτὸ στερήσει τῆς αὐγῆς τὸ μὴ παραπέμπον αὐτήν.
因此,理智的倾注和扩散也应当是这样的,绝非倾泻,而是延伸;面对迎面而来的障碍,它不应进行猛烈或急躁的冲压,也不应倒下,而应停立并照亮那接受它的事物;因为那不把光线传递下去的事物,将使自身失去这光辉。