§8.56.1Τῷ ἐμῷ προαιρετικῷ τὸ τοῦ πλησίον προαιρετικὸν ἐπίσης ἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον.
对于我自己的选择能力而言,邻人的选择能力同样是无关紧要的,正如他的微薄呼吸和肉体一样。
καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκεν γεγόναμεν, ὅμως τὰ ἡγεμονικὰ ἡμῶν ἕκαστον τὴν ἰδίαν κυρίαν ἔχει·
因为,即使我们最主要是为了彼此而生的,但我们每个人的支配主体仍然拥有其各自的自主权。
ἐπεί τοι ἔμελλεν ἡ τοῦ πλησίον κακία ἐμοῦ κακὸν εἶναι, ὅπερ οὐκ ἔδοξε τῷ θεῷ, ἵνα μὴ ἐπ’ ἄλλῳ ᾖ τὸ ἐμὲ ἀτυχεῖν.
否则,邻人的恶就会变成我自己的恶,这并不是神所乐见的,免得我的不幸取决于他人。