§8.48.1Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ ποιοῦν τι ὃ μὴ θέλει, κἂν ἀλόγως παρατάξηται.
记住,当支配一切的理性退回到自身并自给自足时,只要它不做自己不愿做的事,它就是不可战胜的,即使它的抵抗是不合理的。
τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνῃ περί τινος;
那么,当它依据理性并经过深思熟虑对某事做出判断时,情况又是如何呢?
διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἡ ἐλευθέρα παθῶν διάνοια· οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ’ ὃ καταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη.
因此,免于激情的心灵是一座堡垒;因为人没有比这更坚固的避难所,可以逃往其中并在今后坚不可摧。
ὁ μὲν οὖν μὴ ἑωρακὼς τοῦτο ἀμαθής, ὁ δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.
所以,那些没有看到这一点的人是愚昧的;而那些看到了却不逃往其中的人是不幸的。