§8.49.1Μηδὲν πλέον σαυτῷ λέγε ὧν αἱ προηγούμεναι φαντασίαι ἀναγγέλλουσιν.
除了先在的表象所宣告的之外,不要对自己多说任何话。
ἤγγελται ὅτι ὁ δεῖνά σε κακῶς λέγει.
“某人在说你的坏话”,这被宣告了。
ἤγγελται τοῦτο· τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται.
宣告的只是这件事;而“你受到了伤害”这一点,并没有被宣告。
βλέπω ὅτι νοσεῖ τὸ παιδίον. βλέπω·
“我看到孩子病了”,我看到了。
ὅτι δὲ κινδυνεύει, οὐ βλέπω.
但“他处于危险之中”,我并没有看到。
οὕτως οὖν μένε ἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγε καὶ οὐδέν σοι γίνεται·
因此,始终留在最初的表象上,自己不要在内心添加任何东西,这样就不会有什么事发生在你身上。
μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστα τῶν ἐν τῷ κόσμῳ συμβαινόντων.
或者相反,作为一个了解世间所发生的一切事物之人去添加。