§8.47.1Εἰ μὲν διά τι τῶν ἐκτὸς λυπῇ, οὐκ ἐκεῖνό σοι ἐνοχλεῖ, ἀλλὰ τὸ σὸν περὶ αὐτοῦ κρῖμα, τοῦτο δὲ ἤδη ἐξαλεῖψαι ἐπὶ σοί ἐστιν.
如果你因某种外在的事物而痛苦,纠缠你的并非那件事物,而是你对它的判断;而立刻消除这一判断,乃是属于你自己的能力。
εἰ δὲ λυπεῖ σέ τι τῶν ἐν τῇ σῇ διαθέσει, τίς ὁ κωλύων διορθῶσαι τὸ δόγμα;
但如果是你自身心境中的某种东西使你痛苦,又有谁能阻碍你纠正这一信念呢?
ὁμοίως δὲ καὶ εἰ λυπῇ ὅτι οὐχὶ τόδε τι ἐνεργεῖς ὑγιές σοι φαινόμενον, τί οὐχὶ μᾶλλον ἐνεργεῖς ἢ λυπῇ;
同样,如果你因为没有进行某项在你看来是健全的活动而感到痛苦,你为什么不宁可去行动,而要痛苦呢?
—ἀλλὰ ἰσχυρότερόν τι ἐνίσταται.
——“但是有某种更强大的力量在阻挠。
—μὴ οὖν λυποῦ· οὐ γὰρ παρὰ σὲ ἡ αἰτία τοῦ μὴ ἐνεργεῖσθαι.
”——那么就不要痛苦,因为不去行动的原因并不在你。
—ἀλλὰ οὐκ ἄξιον ζῆν μὴ ἐνεργουμένου τούτου.
——“但是如果不做这件事,生命就不值得活下去。
—ἄπιθι οὖν ἐκ τοῦ ζῆν εὐμενής, ᾗ καὶ ὁ ἐνεργῶν ἀποθνῄσκει, ἅμα ἵλεως τοῖς ἐνισταμένοις.
”——那么就带着善意离开生命吧,就像那实际行动着的人死去一样,同时对那些阻挠你的人保持宽容。