§7.68.1Ἀβιάστως διαζῆσαι ἐν πλείστῃ θυμηδίᾳ, κἂν πάντες καταβοῶσιν ἅτινα βούλονται, κἂν τὰ θηρία διασπᾷ τὰ μελύδρια τοῦ περιτεθραμμένου τούτου φυράματος.
在极大的喜悦中、不受任何强迫地度过一生,即使众人都任意地责骂你,即使野兽撕裂这具被过度滋养的肉体的肢体。
τί γὰρ κωλύει ἐν πᾶσι τούτοις τὴν διάνοιαν σῴζειν ἑαυτὴν ἐν γαλήνῃ καὶ κρίσει περὶ τῶν περιεστηκότων ἀληθεῖ καὶ χρήσει τῶν ὑποβεβλημένων ἑτοίμῃ, ὥστε τὴν μὲν κρίσιν λέγειν τῷ προσπίπτοντι·
因为在这一切之中,有什么能阻止理智保持自身的宁静,对周围发生的事物做出真实的判断,并敏捷地利用呈现在面前的事物呢?
τοῦτο ὑπάρχεις κατ’ οὐσίαν, κἂν κατὰ δόξαν ἀλλοῖον φαίνῃ·
从而,判断对降临于其身上的事物说:“在本质上你就是这个,即使在舆论看来你似乎是别样。
τὴν δὲ χρῆσιν λέγειν τῷ ὑποπίπτοντι· σὲ ἐζήτουν·
”而利用则对呈现在其面前的事物说:“我正是在寻找你。
ἀεὶ γάρ μοι τὸ παρὸν ὕλη ἀρετῆς λογικῆς καὶ πολιτικῆς καὶ τὸ σύνολον τέχνης ἀνθρώπου ἢ θεοῦ·
因为对我来说,当前的事物始终是理性和社会性美德的素材,简而言之,是人或神的艺术的素材。
πᾶν γὰρ τὸ συμβαῖνον θεῷ ἢ ἀνθρώπῳ ἐξοικειοῦται καὶ οὔτε καινὸν οὔτε δυσμεταχείριστον, ἀλλὰ γνώριμον καὶ εὐεργές.
因为发生的一切都适合于神或人,既非新奇亦非难以处理,而是熟悉且易于驾驭的。 ”