§6.32.1Ἐκ σωματίου εἰμὶ καὶ ψυχῆς.
我是由微小的肉体与灵魂组成的。
τῷ μὲν οὖν σωματίῳ πάντα ἀδιάφορα· οὐδὲ γὰρ δύναται διαφέρεσθαι.
因此,对于肉体而言,一切事物都是无分别的,因为它甚至无法进行区分。
τῇ δὲ διανοίᾳ ἀδιάφορα ὅσα μή ἐστιν αὐτῆς ἐνεργήματα· ὅσα δέ γε αὐτῆς ἐστιν ἐνεργήματα, ταῦτα πάντα ἐπ’ αὐτῇ ἐστιν.
而对于理智而言,凡不是它自身活动的,都是无分别的;但凡是它自身的活动,则全都在它自己的掌握之中。
καὶ τούτων μέντοι περὶ μόνον τὸ παρὸν πραγματεύεται· τὰ γὰρ μέλλοντα καὶ παρῳχηκότα ἐνεργήματα αὐτῆς καὶ αὐτὰ ἤδη ἀδιάφορα.
然而,在这些活动中,理智所关注的仅是当下的活动;因为对于它未来的和过去的活动,它们本身也已经是无分别的了。