Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §6.13.1

看清事物真实本质以褪去虚荣

第 150 段,共 486 段 · 希腊语

内容简介

马可·奥勒留警告人们不要被虚荣所欺骗,他展示了如何通过将美食、紫袍、性交及名声还原为其最原始的物质成分,来揭示事物的真实本质。

§6.13.1Οἷον δὴ τὸ φαντασίαν λαμβάνειν ἐπὶ τῶν ὄψων καὶ τῶν τοιούτων ἐδωδίμων, ὅτι νεκρὸς οὗτος ἰχθύος, οὗτος δὲ νεκρὸς ὄρνιθος ἢ χοίρου· καὶ πάλιν, ὅτι ὁ Φάλερνος χυλάριόν ἐστι σταφυλίου καὶ ἡ περιπόρφυρος τριχία προβατίου αἱματίῳ κόγχης δεδευμένα· καὶ ἐπὶ τῶν κατὰ τὴν συνουσίαν ἐντερίου παράτριψις καὶ μετά τινος σπασμοῦ μυξαρίου ἔκκρισις· οἷαι δὴ αὗταί εἰσιν αἱ φαντασίαι καθικνούμεναι αὐτῶν τῶν πραγμάτων καὶ διεξιοῦσαι δι’ αὐτῶν, ὥστε ὁρᾶν οἷά τινά ποτέ ἐστιν·
正如对美味佳肴及此类食物抱有这样一种表象,即“这是鱼的尸体,而这是鸟或猪的尸体”;又如,“法勒纳斯酒不过是葡萄的汁液,而那件紫边长袍也不过是浸染了贝壳之血的小羊毛”;以及对于性交而言,“不过是内脏的摩擦,伴随着某种痉挛而排出的少许黏液”——正是这类表象直达事物本身并穿透它们,从而使人看清它们究竟是些什么。
οὕτως δεῖ παρ’ ὅλον τὸν βίον ποιεῖν καὶ ὅπου λίαν ἀξιόπιστα τὰ πράγματα φαντάζεται, ἀπογυμνοῦν αὐτὰ καὶ τὴν εὐτέλειαν αὐτῶν καθορᾶν καὶ τὴν ἱστορίαν ἐφ’ ᾗ σεμνύνεται περιαιρεῖν.
在整个一生中都应当如此行事,每当事物显得极其值得信赖时,就应当将它们剥光,看清其微不足道,并剥去它们所夸耀的虚名。
δεινὸς γὰρ ὁ τῦφος παραλογιστὴς καὶ ὅτε δοκεῖς μάλιστα περὶ τὰ σπουδαῖα καταγίνεσθαι, τότε μάλιστα καταγοητεύῃ.
因为虚荣是一个可怕的欺骗者,当你以为自己最致力于严肃的事业时,那时你正被欺骗得最深。
ὅρα γοῦν ὁ Κράτης τί περὶ αὐτοῦ τοῦ Ξενοκράτους λέγει.
至少,且看克拉特斯对色诺克拉底本人说了些什么。

词汇与语法注释

  1. §6.13.1νεκρὸς ἰχθύος — 形容词 νεκρός(死的)在此作名词用,意为“尸体、死骸”,后接属格 ἰχθύος(鱼的)。亦可译为“鱼之死者”,无论何种译法,都体现了斯多葛学派将事物还原为其无生命的物质成分的分析方法。
  2. §6.13.1οἷαι δὴ αὗται εἰσιν αἱ φαντασίαι — 由感叹或关系形容词 οἷαι 引导的句子,对前文的具体例子(食物、酒、衣服、性交)进行了总结,指出“这些表象正是如此的”。接下来的分词 καθικνούμεναι(到达)和 διεξιοῦσαι(穿透)描绘了表象如何直达事物核心,而 ὥστε 则引导结果从句,表示“从而使人看清……”。
  3. §6.13.1ἐφ’ ᾗ σεμνύνεται — 关系代词 ᾗ 的先行词是紧邻的名词 ἱστορίαν(传说、故事、美名)。动词 σεμνύνεται(自夸、显得尊贵)的主语在语境中是“事物(τὰ πράγματα)”或“传说”本身,指事物如何通过围绕着它们的虚假言说来使自己显得高贵。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §6.13.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:6.13.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。