Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §5.8.1-5.8.5

将个人命运视作宇宙自然所下的处方

第 109 段,共 486 段 · 希腊语

内容简介

作者以阿斯克勒庇俄斯的医疗处方为例,阐明整体自然(命运)降于每个人的事件皆是为宇宙整体健康与完成所开的“处方”,而心生不满则是在破坏这种和谐。

§5.8.1Ὁποῖόν τί ἐστι τὸ λεγόμενον, ὅτι· συνέταξεν ὁ Ἀσκληπιὸς τούτῳ ἱππασίαν ἢ ψυχρολουσίαν ἢ ἀνυποδησίαν, τοιοῦτόν ἐστι καὶ τό· συνέταξε τούτῳ ἡ τῶν ὅλων φύσις νόσον ἢ πήρωσιν ἢ ἀποβολὴν ἢ ἄλλο τι τῶν τοιούτων.
正如人们说“阿斯克勒庇俄斯给这个人开方,让他骑马、洗冷水浴或赤脚走路”一样,人们也说“整体的自然给这个人开方,让他生病、残疾、丧失某物或遭遇其他类似的事”。
καὶ γὰρ ἐκεῖ τὸ συνέταξε τοιοῦτόν τι σημαίνει· ἔταξε τούτῳ τοῦτο ὡς κατάλληλον πρὸς ὑγίειαν, καὶ ἐνταῦθα τὸ συμβαῖνον ἑκάστῳ τέτακταί πως αὐτῷ ὡς κατάλληλον πρὸς τὴν εἱμαρμένην.
因为在前者中,“开方”意指:他为了这个人的健康,规定了这一适合他的方策;而在后者中,发生在每个人身上的事,也以某种方式被规定为适合他命运的事。
§5.8.2οὕτως γὰρ καὶ συμβαίνειν αὐτὰ ἡμῖν λέγομεν ὡς καὶ τοὺς τετραγώνους λίθους ἐν τοῖς τείχεσιν ἤ ἐν ταῖς πυραμίσι συμβαίνειν οἱ τεχνῖται λέγουσι, συναρμόζοντας ἀλλήλοις τῇ ποιᾷ συνθέσει.
因为我们也说这些事“发生”在(契合)我们身上,正如工匠们说墙壁或金字塔中的方石“契合”一样,它们以某种特定的组合方式相互结合。
ὅλως γὰρ ἁρμονία ἐστὶ μία καὶ ὥσπερ ἐκ πάντων τῶν σωμάτων ὁ κόσμος τοιοῦτον σῶμα συμπληροῦται, οὕτως ἐκ πάντων τῶν αἰτίων ἡ εἱμαρμένη τοιαύτη αἰτία συμπληροῦται.
因为整体上只有一种和谐,正如宇宙由所有的物体充实为一个整体的物体一样,命运也由所有的原因充实为一个整体的原因。
§5.8.3νοοῦσι δὲ ὃ λέγω καὶ οἱ τέλεον ἰδιῶται· φασὶ γάρ· τοῦτο ἔφερεν αὐτῷ.
即使是完全外行的人也明白我的意思,因为他们会说:“这给他带来了(这个命运)。
οὐκοῦν τοῦτο τούτῳ ἐφέρετο καὶ τοῦτο τούτῳ συνετάττετο·
”因此,这是带给他的,这是为他开方的。
δεχώμεθα οὖν αὐτὰ ὡς ἐκεῖνα ἃ ὁ Ἀσκληπιὸς συντάττει.
那么,让我们接受这些事,就像接受阿斯克勒庇俄斯所开的处方一样。
πολλὰ γοῦν καὶ ἐν ἐκείνοις ἐστὶ τραχέα, ἀλλὰ ἀσπαζόμεθα τῇ ἐλπίδι τῆς ὑγιείας.
诚然,在那些处方中也有许多痛苦的事,但我们因对健康的希望而欣然接受它们。
§5.8.4τοιοῦτόν τί σοι δοκείτω ἄνυσις καὶ συντέλεια τῶν τῇ κοινῇ φύσει δοκούντων, οἷον ἡ σὴ ὑγίεια, καὶ οὕτως ἀσπάζου πᾶν τὸ γινόμενον, κἂν ἀπηνέστερον δοκῇ, διὰ τὸ ἐκεῖ σε ἄγειν, ἐπὶ τὴν τοῦ κόσμου ὑγίειαν καὶ τὴν τοῦ Διὸς εὐοδίαν καὶ εὐπραγίαν.
要把那被共同自然视为合适之事的达成与完成,看作如同你的健康一样。 因此,即使它看起来相当严酷,也要欣然接受所发生的一切,因为它把你带向那地方——宇宙的健康,以及宙斯的顺遂与福祉。
οὐ γὰρ ἂν τοῦτό τινι ἔφερεν, εἰ μὴ τῷ ὅλῳ συνέφερεν· οὐδὲ γὰρ ἡ τυχοῦσα φύσις φέρει τι, ὃ μὴ τῷ διοικουμένῳ ὑπ’ αὐτῆς κατάλληλόν ἐστιν.
因为,如果这不对整体有利,自然绝不会将它带给任何人;因为任何自然都不会带来不适合其所管理之物的东西。
§5.8.5οὐκοῦν κατὰ δύο λόγους στέργειν χρὴ τὸ συμβαῖνόν σοι· καθ’ ἕνα μέν, ὅτι σοὶ ἐγίνετο καὶ σοὶ συνετάττετο καὶ πρὸς σέ πως εἶχεν, ἄνωθεν ἐκ τῶν πρεσβυτάτων αἰτίων συγκλωθόμενον· καθ’ ἕτερον δέ, ὅτι τῷ τὸ ὅλον διοικοῦντι τῆς εὐοδίας καὶ τῆς συντελείας καὶ νὴ Δία τῆς συμμονῆς αὐτῆς καὶ τὸ ἰδίᾳ εἰς ἕκαστον ἧκον αἴτιόν ἐστι.
因此,你必须基于两个理由热爱发生在你身上的事:其一,因为它发生在你身上,是为你开方的,且在某种意义上与你相关,是从最古老的原因中自上而下编织而成的;其二,因为那单独降临在每个人身上的事物,也是那管理整体者的顺遂、完成、乃至其存续本身的原因。
πηροῦται γὰρ τὸ ὁλόκληρον, ἐὰν καὶ ὁτιοῦν διακόψῃς τῆς συναφείας καὶ συνεχείας ὥσπερ τῶν μορίων, οὕτω δὴ καὶ τῶν αἰτίων·
因为,如果你切断了其连接和连续性的任何一部分(正如切断部分一样,切断原因也是如此),整体就会变得残缺。
διακόπτεις δέ, ὅσον ἐπὶ σοί, ὅταν δυσαρεστῇς, καὶ τρόπον τινὰ ἀναιρεῖς.
而当你心生不满时,你就在你力所能及的范围内切断了它,并在某种意义上毁灭了它。

词汇与语法注释

  1. §5.8.2συμβαίνειν — 这里利用了多义词 `συμβαίνειν` 的双关。它一方面表示“(作为事件)发生”,另一方面表示“(如石块般)契合/吻合”。事件的发生被比作宇宙建筑和谐中石块的契合。
  2. §5.8.4ἔφερεν ... συνέφερεν — 基于动词 `φέρω`(带来、运载)和 `συμφέρω`(有益、适合)的同根词双关(paronomasia)。它在声音共鸣的同时,加强了这一逻辑关联:除非对整体有益(`συνέφερεν`),否则自然绝不会将其带给(`ἔφερεν`)个人。
  3. §5.8.5ὅσον ἐπὶ σοί — 使用对格的惯用组,表示“就你而言”或“在你的能力范围内”。这里指出,虽然个人的主观不满实际上无法破坏客观的宇宙因果链,但在主体和道德维度上,这等同于企图将其切断和毁灭。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §5.8.1-5.8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.8.1-5.8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。