Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §5.9.1

莫因失败而气馁并将哲学视作疗愈之药

第 110 段,共 486 段 · 希腊语

内容简介

劝诫人们即使无法完全一贯地依循正确教义行事也不要气馁,而应将哲学视为治病的良药而非严厉的教师来重新皈依,在顺从理性中找到真正的安宁。

§5.9.1Μὴ σικχαίνειν μηδὲ ἀπαυδᾶν μηδὲ ἀποδυσπετεῖν, εἰ μὴ καταπυκνοῦταί σοι τὸ ἀπὸ δογμάτων ὀρθῶν ἕκαστα πράσσειν, ἀλλὰ ἐκκρουσθέντα πάλιν ἐπανιέναι καὶ ἀσμενίζειν, εἰ τὰ πλείω ἀνθρωπικώτερα, καὶ φιλεῖν τοῦτο, ἐφ̓ ὃ ἐπανέρχῃ, καὶ μὴ ὡς πρὸς παιδαγωγὸν τὴν φιλοσοφίαν ἐπανιέναι, ἀλλ’ ὡς οἱ ὀφθαλμιῶντες πρὸς τὸ σπογγάριον καὶ τὸ ᾠόν, ὡς ἄλλος πρὸς κατάπλασμα, ὡς πρὸς καταιόνησιν.
不要感到厌恶,不要灰心丧气,也不要怨天尤人,即使你不能一贯地根据正确的教义来做每一件事;而是,在被击退时要重新返回,如果你的大部分行为更符合人性的常态,就应当感到满足,并热爱你所返回的这个地方。 不要像对待严厉的启蒙教师那样回到哲学面前,而要像患眼疾的人求助于小海绵和蛋白,或者像其他人求助于药膏和温敷一样。
οὕτως γὰρ οὐδὲν ἐπιδείξῃ τὸ πειθαρχεῖν τῷ λόγῳ, ἀλλὰ προσαναπαύσῃ αὐτῷ.
因为这样,你将不会炫耀自己对理性的顺从,而是在它之中获得安宁。
μέμνησο δὲ ὅτι φιλοσοφία μόνα θέλει ἃ ἡ φύσις σου θέλει· σὺ δὲ ἄλλο ἤθελες οὐ κατὰ φύσιν.
请记住,哲学只期望你的本性所期望的事;而你却期望着另一件不合乎本性的事。
τί γὰρ τούτων προσηνέστερον;
因为在这些事中,有什么比它们更令人惬意呢?
ἡ γὰρ ἡδονὴ οὐχὶ διὰ τοῦτο σφάλλει;
难道享乐欺骗我们,不正是因为这令人惬意的外表吗?
ἀλλὰ θέασαι, εἰ προσηνέστερον μεγαλοψυχία, ἐλευθερία, ἁπλότης, εὐγνωμοσύνη, ὁσιότης, αὐτῆς γὰρ φρονήσεως τί προσηνέστερον, ὅταν τὸ ἄπταιστον καὶ εὔρουν ἐν πᾶσι τῆς παρακολουθητικῆς καὶ ἐπιστημονικῆς δυνάμεως ἐνθυμηθῇς;
但是,你看一看,高尚、自由、简单、良知、虔敬是否更加惬意? 当你想到那理解与认知的力量在一切事上都是无懈可击且顺畅无阻的时候,有什么比智慧本身更惬意呢?

词汇与语法注释

  1. §5.9.1Μὴ σικχαίνειν — 句首的三个不定式(σικχαίνειν、ἀπαυδᾶν、ἀποδυσπετεῖν)用作“命令性不定式(imperative infinitive)”,起命令式的作用。
  2. §5.9.1καταπυκνοῦται — 意为“使致密”或“使凝固”的被动语态。其主语是后文带冠词的不定式短语 τὸ ... πράσσειν,表示基于正确教义的实践被“紧密地、一贯地执行(习惯化)”。
  3. §5.9.1ἐκκρουσθέντα — 动词 ἐκκρούω(驱逐、击退)的不定过去时被动分词、阳性单数宾格。在文意上,它与不定式 ἐπανιέναι 逻辑上的宾格主语(指代第二人称单数的“你”)保持一致。
  4. §5.9.1ἀνθρωπικώτερα — 形容词 ἀνθρωπικός(人性的、人类的)的比较级中性复数主格,作为名词化的 τὰ πλείω(大部分行为)的补足语。它指代虽达不到完美的贤人标准,但在充满不完美的人类常态的宽容范围之内。
  5. §5.9.1αὐτῆς γὰρ φρονήσεως — 比较属格。此处将刚才列举的各种美德之首的“智慧(或思虑)本身”与其他令人惬意的事物进行比较。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §5.9.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.9.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。