§5.5.1Δριμύτητά σου οὐκ ἔχουσι θαυμάσαι·
他们无法赞美你的敏锐。
ἔστω, ἀλλὰ ἕτερα πολλά, ἐφ’ ὧν οὐκ ἔχεις εἰπεῖν· οὐ γὰρ πέφυκα.
就算如此吧,但还有许多其他的事情,对于它们,你不能说:“因为我没有天生的才能。
ἐκεῖνα οὖν παρέχου, ἅπερ ὅλα ἐστὶν ἐπὶ σοί, τὸ ἀκίβδηλον, τὸ σεμνόν, τὸ φερέπονον, τὸ ἀφιλήδονον, τὸ ἀμεμψίμοιρον, τὸ ὀλιγοδεές, τὸ εὐμενές, τὸ ἐλεύθερον, τὸ ἀπέρισσον, τὸ ἀφλύαρον, τὸ μεγαλεῖον.
”因此,去提供那些完全在你力量掌控之中的品质吧:纯真、庄重、耐劳、不好享乐、不怨天尤人、寡欲、友善、自由、朴素、不说废话、高尚。
οὐκ αἰσθάνῃ πόσα ἤδη παρέχεσθαι δυνάμενος, ἐφ’ ὧν οὐδεμία ἀφυίας καὶ ἀνεπιτηδειότητος πρόφασις, ὅμως ἔτι κάτω μένεις ἑκών;
你难道没有意识到,有多少品质是你已经能够展现的,对于这些,你没有任何缺乏天资或不适任的借口,然而你却仍然甘愿留在低处?
ἢ καὶ γογγύζειν καὶ γλισχρεύεσθαι καὶ κολακεύειν καὶ τὸ σωμάτιον καταιτιᾶσθαι καὶ ἀρεσκεύεσθαι καὶ περπερεύεσθαι καὶ τοσαῦτα ῥιπτάζεσθαι τῇ ψυχῇ διὰ τὸ ἀφυῶς κατεσκευάσθαι ἀναγκάζῃ;
难道说,因为你天生构造不佳,你就不得不抱怨、吝啬、奉迎、责备你可怜的身体、讨好他人、自夸,并在灵魂中如此剧烈地动荡吗?
οὐ μὰ τοὺς θεούς, ἀλλὰ τούτων μὲν πάλαι ἀπηλλάχθαι ἐδύνασο, μόνον δέ, εἰ ἄρα, ὡς βραδύτερος καὶ δυσπαρακολουθητότερος καταγινώσκεσθαι.
不,凭神明发誓,绝非如此! 相反,你早在很久以前就可以摆脱这些,至多不过是在理解上显得有些迟钝和难以跟上而受到指责。
καὶ τοῦτο δὲ ἀσκητέον μὴ παρενθυμουμένῳ μηδὲ ἐμφιληδονοῦντι τῇ νωθείᾳ.
而且,即便对于这一点(迟钝),你也必须加以锻炼,不可疏忽大意,也不可沉溺于这种怠惰之中。