Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §5.6.1-5.6.2

行善不求回报且不自矜的自然态度

第 107 段,共 486 段 · 希腊语

内容简介

作者将行善后的态度分为三种,并指出理想的状态应当像葡萄藤一样,既不寻求回报,甚至不意识到自己的善行,而是自然地转向下一次行动。

§5.6.1Ὁ μέν τίς ἐστιν, ὅταν τι δεξιὸν περί τινα πράξῃ, πρόχειρος καὶ λογίσασθαι αὐτῷ τὴν χάριν.
有些人,当他对别人做了件好事,便随时准备向他计算这份恩情。
ὁ δὲ πρὸς μὲν τοῦτο οὐ πρόχειρος, ἄλλως μέντοι παρ’ ἑαυτῷ ὡς περὶ χρεώστου διανοεῖται καὶ οἶδεν ὃ πεποίηκεν.
另一些人虽然不随时做这种计算,但在内心里,他仍把对方视同债务人,并且清楚知道自己做了什么。
ὁ δέ τις τρόπον τινὰ οὐδὲ οἶδεν ὃ πεποίηκεν, ἀλλὰ ὅμοιός ἐστιν ἀμπέλῳ βότρυν ἐνεγκούσῃ καὶ μηδὲν ἄλλο προσεπιζητούσῃ μετὰ τὸ ἅπαξ τὸν ἴδιον καρπὸν ἐνηνοχέναι.
还有一些人,在某种意义上甚至不知道自己做了什么,而是像一株结出葡萄串的葡萄藤,在一次结出自己的果实之后,便不再有其他奢求。
§5.6.2ἵππος δραμών, κύων ἰχνεύσας, μέλισσα μέλι ποιήσασα, ἄνθρωπος δ’ εὖ ποιήσας οὐκ ἐπιβοᾶται, ἀλλὰ μεταβαίνει ἐφ’ ἕτερον, ὡς ἄμπελος ἐπὶ τὸ πάλιν ἐν τῇ ὥρᾳ τὸν βότρυν ἐνεγκεῖν.
奔跑后的马,追踪后的犬,酿蜜后的蜂,以及行善后的人,并不大声张扬,而是转向另一件事,就像葡萄藤在季节到来时再次结出葡萄一样。
ἐν τούτοις οὗν δεῖ εἶναι τοῖς τρόπον τινὰ ἀπαρακολουθήτως αὐτὸ ποιοῦσι.
因此,人应当属于这些在某种意义上无自觉地行善的人之列。
— ναί ἀλλ’ αὐτὸ τοῦτο δεῖ παρακολουθεῖν· ἴδιον γάρ, φησί, τοῦ κοινωνικοῦ τὸ αἰσθάνεσθαι, ὅτι κοινωνικῶς ἐνεργεῖ, καὶ νὴ Δία βούλεσθαι καὶ τὸν κοινωνὸν αἰσθέσθαι.
——“对,但正是这一点是应当意识到的;因为有人说,社会性动物的特征在于意识到自己正以社会性的方式活动,而且凭神明发誓,他也希望他的同伴能意识到这一点。
—ἀληθὲς μέν ἐστιν ὃ λέγεις, τὸ δὲ νῦν λεγόμενον παρεκδέχῃ·
”——你说得对,但你误解了现在所说的话。
διὰ τοῦτο ἔσῃ εἶς ἐκείνων ὦν πρότερον ἐπεμνήσθην·
因此,你将会成为我刚才提到的那些人中的一员。
καὶ γὰρ ἐκεῖνοι λογικῇ τινι πιθανότητι παράγονται.
因为他们也是被某种貌似有理的逻辑所误导。
ἐὰν δὲ θελήσῃς συνεῖναι τί ποτέ ἐστι τὸ λεγόμενον, μὴ φοβοῦ, μὴ παρὰ τοῦτο παραλίπῃς τι ἔργον κοινωνικόν.
但如果你想理解这里所说的话到底是什么意思,不要害怕,你绝不会因为这一点而漏掉任何社会性的工作。

词汇与语法注释

  1. 5.6.1λογίσασθαι αὐτῷ τὴν χάριν — “向他计算恩情”。与格 αὐτῷ 表示受动者(接受恩惠并被要求回报的人),χάριν 意为“恩惠”或“感激”。此处表达在行善后,心中视对方欠了自己人情而进行计算。
  2. 5.6.2ἀπαρακολουθήτως — 由动词 παρακολουθέω(意识到自己的行为、自觉)加上否定前缀 ἀ- 构成的副词。意为“无自觉地”或“不假思索地”,指不带有反省式的自我意识,而仅仅顺应本性去行善的状态。
  3. 5.6.2ναί ἀλλ’ αὐτὸ τοῦτο δεῖ παρακολουθεῖν — 标志着虚拟反对者对话的开始:“对,但正是这一点是应当意识到的。”ναί ἀλλ' 是斯多葛学派对话体中引入假想异议(此处指社会性的人应当对自己的社会行为有所自觉)的典型表达。
  4. 5.6.2μὴ φοβοῦ, μὴ παρὰ τοῦτο παραλίπῃς — 两个 μὴ 子句连续出现。在祈使句 μὴ φοβοῦ(不要害怕)之后,第二个 μὴ 引导表示担忧或恐惧内容的从属子句(不要害怕因……而遗漏)。παρὰ τοῦτο 表示原因,意为“因为这(指作者所主张的“无自觉的善行”)”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §5.6.1-5.6.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.6.1-5.6.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。