Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §4.48.1-4.48.2

人物与城市的消亡及人生的短暂

第 98 段,共 486 段 · 希腊语

内容简介

作者列举了从医生到僭主的各类人物乃至整座城市的消亡,强调人生的短暂与虚无,主张应当顺应自然、安详地离开人世。

§4.48.1Ἐννοεῖν συνεχῶς πόσοι μὲν ἰατροὶ ἀποτεθνήκασι, πολλάκις τὰς ὀφρῦς ὑπὲρ τῶν ἀρρώστων συσπάσαντες· πόσοι δὲ μαθηματικοί, ἄλλων θανάτους ὥς τι μέγα προειπόντες· πόσοι δὲ φιλόσοφοι, περὶ θανάτου ἢ ἀθανασίας μυρία διατεινάμενοι· πόσοι δὲ ἀριστεῖς, πολλοὺς ἀποκτείναντες· πόσοι δὲ τύραννοι, ἐξουσίᾳ ψυχῶν μετὰ δεινοῦ φρυάγματος ὡς ἀθάνατοι κεχρημένοι· πόσαι δὲ πόλεις ὅλαι, ἵν’ οὕτως εἴπω, τεθνήκασιν, Ἑλίκη καὶ Πομπήιοι καὶ Ἡρκλᾶνον καὶ ἄλλαι ἀναρίθμητοι.
常常思量:有多少医生在为病人多次紧锁眉头之后死去了;有多少占星家在把别人的死亡当作大事预言之后死去了;有多少哲学家在关于死亡或不朽进行无数次辩论之后死去了;有多少勇士在杀戮了许多人之后死去了;有多少僭主在以可怕的傲慢支配他人的生命、仿佛自己长生不老之后死去了;甚至可以说,有多少整个城市也已经消亡了,如赫利克、庞贝、赫库兰尼姆以及其他无数的城市。
§4.48.2ἔπιθι δὲ καὶ ὅσους οἶδας, ἄλλον ἐπ’ ἄλλῳ· ὁ μὲν τοῦτον κηδεύσας εἶτα ἐξετάθη, ὁ δὲ ἐκεῖνον, πάντα δὲ ἐν βραχεῖ.
再想想你所认识的那些人,一个接一个:这个人在为那个人送葬后自己也被抬了出去,另一个人又为那个人送葬,而这一切都发生在极短的时间内。
τὸ γὰρ ὅλον, κατιδεῖν ἀεὶ τὰ ἀνθρώπινα ὡς ἐφήμερα καὶ εὐτελῆ καὶ ἐχθὲς μὲν μυξάριον, αὔριον δὲ τάριχος ἢ τέφρα.
因为总而言之,要始终把人世间的事物看作是转瞬即逝且毫无价值的——昨天不过是一滴粘液,明天就成了木乃伊或灰烬。
τὸ ἀκαριαῖον οὖν τοῦτο τοῦ χρόνου κατὰ φύσιν διελθεῖν καὶ ἵλεων καταλῦσαι, ὡς ἂν εἰ ἐλαία πέπειρος γενομένη ἔπιπτεν, εὐφημοῦσα τὴν ἐνεγκοῦσαν καὶ χάριν εἰδυῖα τῷ φύσαντι δένδρῳ.
因此,请顺应自然地度过这极为短暂的时间,安详地结束这趟旅程,正如同一个成熟的橄榄落下时,赞美那孕育了它的土地,并感谢那生长了它的树木。

词汇与语法注释

  1. §4.48.1Ἐννοεῖν — 表示命令的不定式(Infinitive of command)。在本节及下一节(§4.48.2)中,数个不定式(κατιδεῖν, διελθεῖν, καταλῦσαι)同样具有祈使力量。
  2. §4.48.1μαθηματικοί — 字面意为“数学家”,但在罗马帝国时期的语境中,指代通过星象预言他人命运与死期的“占星家”,紧接着的“预言他人的死亡”这一上下文证实了这一点。
  3. §4.48.2ἐξετάθη — 动词 ἐκτείνω(拉长、横陈)的直说法语气不定过去时被动第三人称单数。在此处用于特指死者为了葬礼而被“停放、安放”的语境。
  4. §4.48.2τὴν ἐνεγκοῦσαν — 动词 φέρω(承受、孕育)的阴性单数不定过去时主动分词。在此指代“孕育了”橄榄的客体,修饰一个省略的阴性名词(γῆ,“土地”或“树枝”),与下一句提到的“树木”(δένδρῳ)相对应。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §4.48.1-4.48.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:4.48.1-4.48.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。