Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §4.49.1-4.49.2

经受巨浪的岬角之喻与逆境中的安宁

第 99 段,共 486 段 · 希腊语

内容简介

作者以承受狂风巨浪的岬角为喻,阐述了在面对看似不幸的事情时保持内心平静的重要性,并指出不违背本性之事并非真正的不幸。

§4.49.1Ὅμοιον εἶναι τῇ ἄκρᾳ, ᾗ διηνεκῶς τὰ κύματα προσρήσσεται· ἡ δὲ ἕστηκε καὶ περὶ αὐτὴν κοιμίζεται τὰ φλεγμήναντα τοῦ ὕδατος.
要像那座承受波涛不断拍击的岬角:它屹立不动,周围汹涌的水流也随之平息。
Ἀτυχὴς ἐγώ, ὅτι τοῦτό μοι συνέβη.
“我是多么不幸啊,因为这件事发生在我身上。
οὐμενοῦν ἀλλ̓ εὐτυχὴς ἐγώ, ὅτι τούτου μοι συμβεβηκότος ἄλυπος διατελῶ, οὔτε ὑπὸ παρόντος θραυόμενος οὔτε ἐπιὸν φοβούμενος.
”绝非如此,相反应该说:“我是多么幸运啊,因为尽管这件事发生在我身上,我依然免于痛苦,既不为眼前的事所摧毁,也不畏惧将来的事。
συμβῆναι μὲν γὰρ τὸ τοιοῦτο παντὶ ἐδύνατο, ἄλυπος δὲ οὐ πᾶς ἐπὶ τούτῳ ἂν διετέλεσε.
”因为这样的事情可能发生在任何人身上,但并非每个人在面对它时都能免于痛苦。
διὰ τί οὖν ἐκεῖνο μᾶλλον ἀτύχημα ἢ τοῦτο εὐτύχημα;
那么,为什么要把那件事当成不幸,而不把这当作幸运呢?
λέγεις δὲ ὅλως ἀτύχημα ἀνθρώπου, ὃ οὐκ ἔστιν ἀπότευγμα τῆς φύσεως τοῦ ἀνθρώπου;
难道一件事如果不是人类本性的失败,你竟能称之为人的不幸吗?
ἀπότευγμα δὲ τῆς φύσεως τοῦ ἀνθρώπου εἶναι δοκεῖ σοι, ὃ μὴ παρὰ τὸ βούλημα τῆς φύσεως αὐτοῦ ἐστι;
而在你看来,一件不违背人类本性意志的事,会是其本性的失败吗?
τί οὖν;
那么结果如何呢?
§4.49.2τὸ βούλημα μεμάθηκας·
你已经了解了它的意志。
μήτι οὖν τὸ συμβεβηκὸς τοῦτο κωλύει σε δίκαιον εἶναι, μεγαλόψυχον, σώφρονα, ἔμφρονα, ἀπρόπτωτον, ἀδιάψευστον, αἰδήμονα, ἐλεύθερον, τἄλλα, ὧν συμπαρόντων ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἀπέχει τὰ ἴδια;
那么,当前发生的这件事,难道会阻碍你变得公正、宽宏、节制、睿智、不轻率、不自欺、谦逊、自由,以及具备其他所有只要共存就能使人类本性得以圆满实现其自身特征的品质吗?
μέμνησο λοιπὸν ἐπὶ παντὸς τοῦ εἰς λύπην σε προαγομένου τούτῳ χρῆσθαι τῷ δόγματι·
因此,今后每当遇到引你走向悲伤的事时,请记住运用这一信条:“这不是不幸,相反,高贵地承受它才是幸运。
οὐχ ὅτι τοῦτο ἀτύχημα, ἀλλὰ τὸ φέρειν αὐτὸ γενναίως εὐτύχημα.

词汇与语法注释

  1. 4.49.1Ὅμοιον εἶναι — 不定式用作命令式(命令不定式),表达对读者或作者自身的告诫:“要像……一样”。
  2. 4.49.1ἡ δὲ ἕστηκε — 冠词 ἡ 起指示代词的作用(“而它”),指代前句中的阴性名词 τῇ ἄκρᾳ(岬角)并作主语。
  3. 4.49.1ἐπιὸν — 动词 ἔπειμι(临近、随后来)的现在分词中性单数宾格,在此作名词性使用,意为“将要发生的事、未来”,作为分词 φοβούμενος 的直接宾语。
  4. 4.49.2ὧν συμπαρόντων — 这是一个属格独立结构,关系代词 ὧν(指代前面列举的各种美德)作为分词 συμπαρόντων 的逻辑主语,意为“当这些品质共同存在时”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §4.49.1-4.49.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:4.49.1-4.49.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。