§4.47.1Ὥσπερ εἴ τίς σοι θεῶν εἶπεν, ὅτι αὔριον τεθνήξῃ ἢ πάντως γε εἰς τρίτην, οὐκέτ’ ἂν παρὰ μέγα ἐποιοῦ τὸ εἰς τρίτην μᾶλλον ἢ αὔριον, εἴ γε μὴ ἐσχάτως ἀγεννὴς εἶ· πόσον γάρ ἐστι τὸ μεταξύ;
正如若有神明告诉你,你明天就会死,或者无论如何也会在后天死去,除非你极其卑劣,否则你绝不会把死在后天而不是明天看作是一件大事——因为这两者之间的间隔能有多少呢?
οὕτως καὶ τὸ εἰς πολλοστὸν ἔτος μᾶλλον ἢ αὔριον μηδὲν μέγα εἶναι νόμιζε.
同样,你也应当认为,死在许多年以后而不是明天,也没什么大不了的。