Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §4.4.1

共同理性与作为宇宙城邦公民的法则

第 54 段,共 486 段 · 希腊语

内容简介

作者论证说,由于人类共有理智、理性和法律,因此全人类都是同一个共同城邦(宇宙城邦)的公民,而我们的理智也必然源于这个宇宙城邦。

§4.4.1Εἰ τὸ νοερὸν ἡμῖν κοινόν, καὶ ὁ λόγος, καθʼ ὃν λογικοί ἐσμεν, κοινός·
如果理智对我们是共通的,那么使我们成为理性动物的理性也是共通的。
εἰ τοῦτο, καὶ ὁ προστακτικὸς τῶν ποιητέων ἢ μὴ λόγος κοινός·
如果这是真的,那么命令何者当为、何者不当为的理性也是共通的。
εἰ τοῦτο, καὶ ὁ νόμος κοινός·
如果这是真的,那么法律也是共通的。
εἰ τοῦτο, πολῖταί ἐσμεν·
如果这是真的,我们便是公民。
εἰ τοῦτο, πολιτεύματός τινος μετέχομεν·
如果这是真的,我们便参入某种政体。
εἰ τοῦτο, ὁ κόσμος ὡσανεὶ πόλις ἐστί·
如果这是真的,宇宙便宛如一个城邦。
τίνος γὰρ ἄλλου φήσει τις τὸ τῶν ἀνθρώπων πᾶν γένος κοινοῦ πολιτεύματος μετέχειν;
因为除了这个,谁还能说全人类共同参入了其他什么样的政体呢?
ἐκεῖθεν δέ, ἐκ τῆς κοινῆς ταύτης πόλεως, καὶ αὐτὸ τὸ νοερὸν καὶ λογικὸν καὶ νομικὸν ἡμῖν ἢ πόθεν;
那么,难道不正是从那里,从这个共同的城邦中,我们才获得了我们的理智、理性和法律属性,否则又是从哪里呢?
ὥσπερ γὰρ τὸ γεῶδές μοι ἀπό τινος γῆς ἀπομεμέρισται καὶ τὸ ὑγρὸν ἀφʼ ἑτέρου στοιχείου καὶ τὸ πνευματικὸν ἀπὸ πηγῆς τινος καὶ τὸ θερμὸν καὶ πυρῶδες ἔκ τινος ἰδίας πηγῆς (οὐδὲν γὰρ ἐκ τοῦ μηδενὸς ἔρχεται, ὥσπερ μηδʼ εἰς τὸ οὐκ ὂν ἀπέρχεται), οὕτω δὴ καὶ τὸ νοερὸν ἥκει ποθέν.
因为正如我的土性部分是从某处的土分给我的,湿性部分是从另一种元素,气性部分是从某个源泉,而热与火的部分是从某个它特有的源泉分给我的一样(因为无不生有,正如存在也不会归于虚无),同样,理智也必定是从某个地方来的。

词汇与语法注释

  1. §4.4.1Εἰ τὸ νοερὸν ἡμῖν κοινόν — 这是一个连环推论(Sorites),每个结论都成为下一步的前提。它从共同的理智(νοερὸν)出发,逻辑地经过理性(λόγος)、道德命令、法律(νόμος)、公民(πολῖται)、政体(πολίτευμα),最终导向斯多葛学派关于世界城邦的经典论点(“宇宙宛如一个城邦”)。
  2. §4.4.1τῶν ποιητέων ἢ μή — 动形容词 ποιητέος(当为的)的中性复数属格形式,受前置形容词 προστακτικός(命令的、指示的)支配。ἢ μή 是 ἢ μὴ ποιητέων(或不当为的)的省略。整句意为“命令何者当为或何者不当为[的理性]”。
  3. §4.4.1ἐκεῖθεν δέ, ἐκ τῆς κοινῆς ταύτης πόλεως, καὶ αὐτὸ τὸ νοερὸν καὶ λογικὸν καὶ νομικὸν ἡμῖν ἢ πόθεν; — 这个疑问句中省略了主要动词,必须根据上下文或后文出现的动词 ἥκει(来自)来补全“来源于/来自”。与格 ἡμῖν 可以理解为所有与格(“我们的……”)或利益与格(“赋予我们的”)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §4.4.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:4.4.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。