§4.3.1Ἀναχωρήσεις αὑτοῖς ζητοῦσιν ἀγροικίας καὶ αἰγιαλοὺς καὶ ὄρη, εἴωθας δὲ καὶ σὺ τὰ τοιαῦτα μάλιστα ποθεῖν.
人们为自己寻找退隐之所,在乡村、在海滨、在山野;你也习惯于极度向往这类事物。
ὅλον δὲ τοῦτο ἰδιωτικώτατόν ἐστιν ἐξόν, ἧς ἂν ὥρας ἐθελήσῃς, εἰς ἑαυτὸν ἀναχωρεῖν.
但这完全是非常凡俗的,因为你随时都可以在自己想要的时候退隐到自身之中。
οὐδαμοῦ γὰρ οὔτε ἡσυχιώτερον οὔτε ἀπραγμονέστερον ἄνθρωπος ἀναχωρεῖ ἢ εἰς τὴν ἑαυτοῦ ψυχήν, μάλισθʼ ὅστις ἔχει ἔνδον τοιαῦτα, εἰς ἃ ἐγκύψας ἐν πάσῃ εὐμαρείᾳ εὐθὺς γίνεται· τὴν δὲ εὐμάρειαν οὐδὲν ἄλλο λέγω ἢ εὐκοσμίαν.
因为人退隐到任何地方,都不如退隐到自己的灵魂中那样宁静和免于烦恼,特别是对于那些内心拥有如此事物的人,他们只要凝视这些事物,立刻就会处于完全的安宁之中;而我所说的安宁,无非是心灵的良好秩序。
συνεχῶς οὖν δίδου σεαυτῷ ταύτην τὴν ἀναχώρησιν καὶ ἀνανέου σεαυτόν· βραχέα δὲ ἔστω καὶ στοιχειώδη ἃ εὐθὺς ἀπαντήσαντα ἀρκέσει εἰς τὸ πᾶσαν λύπην ἀποκλύσαι καὶ ἀποπέμψαι σε μὴ δυσχεραίνοντα ἐκείνοις ἐφʼ ἃ ἐπανέρχῃ.
因此,要不断地给予你自己这种退隐,并使自己焕新;让你的原则简短且根本,它们在被记起时,就足以立刻洗净所有的痛苦,并让你毫无怨言地回到你必须重返的事务中。
§4.3.2τίνι γὰρ δυσχερανεῖς;
因为你会对什么感到不满呢?
τῇ τῶν ἀνθρώπων κακίᾳ;
对人们的邪恶吗?
ἀναλογισάμενος τὸ κρῖμα, ὅτι τὰ λογικὰ ζῷα ἀλλήλων ἕνεκεν γέγονε καὶ ὅτι τὸ ἀνέχεσθαι μέρος τῆς δικαιοσύνης καὶ ὅτι ἄκοντες ἁμαρτάνουσι καὶ πόσοι ἤδη διεχθρεύσαντες, ὑποπτεύσαντες, μισήσαντες, διαδορατισθέντες ἐκτέτανται, τετέφρωνται, παύου ποτέ.
请重新考虑这一判断:理性动物是彼此为了对方而生的,宽容是正义的一部分,人们犯罪是非自愿的,以及已经有多少人在相互敌对、怀疑、憎恨和厮杀之后,倒下并化为灰烬——那么,请最终停止吧。
ἀλλὰ καὶ τοῖς ἐκ τῶν ὅλων ἀπονεμομένοις δυσχερανεῖς;
或者你对整体分配给你的命运感到不满吗?
ἀνανεωσάμενος τὸ διεζευγμένον τό· ἤτοι πρόνοια ἢ ἄτομοι, καὶ ἐξ ὅσων ἀπεδείχθη ὅτι ὁ κόσμος ὡσανεὶ πόλις.
请温习那个二者择一的选择:“要么是神圣的摄理,要么是原子”,以及所有证明宇宙宛如一个城邦的论证。
ἀλλὰ τὰ σωματικά σου ἅψεται ἔτι;
或者身体的感受仍会触动你吗?
ἐννοήσας ὅτι οὐκ ἐπιμίγνυται λείως ἢ τραχέως κινουμένῳ πνεύματι ἡ διάνοια, ἐπειδὰν ἅπαξ ἑαυτὴν ἀπολάβῃ καὶ γνωρίσῃ τὴν ἰδίαν ἐξουσίαν, καὶ λοιπὸν ὅσα περὶ πόνου καὶ ἡδονῆς ἀκήκοας καὶ συγκατέθου.
请记住,一旦心灵重新找回自己并认识到自身的权力,它就不会与顺畅或粗重运动的气息相混杂,此外还要记住你所听过并同意的关于痛苦与快乐的一切。
§4.3.3ἀλλὰ τὸ δοξάριόν σε περισπάσει;
或者微不足道的名声会使你分心吗?
ἀπιδὼν εἰς τὸ τάχος τῆς πάντων λήθης καὶ τὸ χάος τοῦ ἐφʼ ἑκάτερα ἀπείρου αἰῶνος καὶ τὸ κενὸν τῆς ἀπηχήσεως καὶ τὸ εὐμετάβολον καὶ ἄκριτον τῶν εὐφημεῖν δοκούντων καὶ τὸ στενὸν τοῦ τόπου, ἐν ᾧ περιγράφεται·
请看看一切事物被忘却的速度,看看在时间两端无限延展的深渊,看看赞美的空虚,看看那些似乎在赞美的人的易变与缺乏判断,以及这一声誉被局限之地的狭窄。
ὅλη τε γὰρ ἡ γῆ στιγμὴ καὶ ταύτης πόστον γωνίδιον ἡ κατοίκησις αὕτη;
因为整个地球不过是一个点,而其中我们所居住的角落是多么渺小的一隅?
καὶ ἐνταῦθα πόσοι καὶ οἷοί τινες οἱ ἐπαινεσόμενοι;
在这里,又有多少以及什么样的人会来赞美你呢?
§4.3.4λοιπὸν οὖν μέμνησο τῆς ὑποχωρήσεως τῆς εἰς τοῦτο τὸ ἀγρίδιον ἑαυτοῦ καὶ πρὸ παντὸς μὴ σπῶ μηδὲ κατεντείνου, ἀλλὰ ἐλεύθερος ἔσο καὶ ὅρα τὰ πράγματα ὡς ἀνήρ, ὡς ἄνθρωπος, ὡς πολίτης, ὡς θνητὸν ζῷον.
那么,往后请记住退隐到你自身的这块小小农田中,最重要的是,不要拉扯或紧绷自己,而要保持自由,以一个男子汉、一个人类、一个公民、一个终有一死的生物的眼光来看待事物。
ἐν δὲ τοῖς προχειροτάτοις, εἰς ἃ ἐγκύψεις, ταῦτα ἔστω τὰ δύο· ἕν μέν, ὅτι τὰ πράγματα οὐχ ἅπτεται τῆς ψυχῆς, ἀλλʼ ἔξω ἕστηκεν ἀτρεμοῦντα, αἱ δὲ ὀχλήσεις ἐκ μόνης τῆς ἔνδον ὑπολήψεως· ἕτερον δέ, ὅτι πάντα ταῦτα, ὅσα ὁρᾷς, ὅσον οὐδέπω μεταβαλεῖ καὶ οὐκ ἔτι ἔσται· καὶ ὅσων ἤδη μεταβολαῖς αὐτὸς παρατετύχηκας, συνεχῶς διανοοῦ.
在你手头最容易触及、最能让你凝视的原则中,让它们包含以下两点:其一,事物不触及灵魂,而是静止地立于其外,而烦扰仅来自于内心的主观判断;其二,你所看到的所有这些事物,转眼间就会改变,不再存在;并且不断地思考你自身已经见证过多少变化。
ὁ κόσμος ἀλλοίωσις, ὁ βίος ὑπόληψις.
宇宙是变化,生活是主观。