Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §3.4.1-3.4.4

戒除对窥探他人的妄想与保持主导部分的纯洁

第 38 段,共 486 段 · 希腊语

内容简介

作者诫免人们不要将生命浪费在对他人言行的无端猜度上,而应保持自身主导部分的纯洁。进而描绘了顺应自然而活、作为神明祭司的贤者理想形象。

§3.4.1Μὴ κατατρίψῃς τὸ ὑπολειπόμενον τοῦ βίου μέρος ἐν ταῖς περὶ ἑτέρων φαντασίαις, ὁπόταν μὴ τὴν ἀναφορὰν ἐπί τι κοινωφελὲς ποιῇ (ἤτοι γὰρ ἄλλου ἔργου στέρῃ).
不要在关于他人的空想中消磨你生命的余下部分,除非你将这些想法指向某种共同的利益(因为否则你就会被剥夺做其他工作的机会)。
τουτέστι φανταζόμενος τί ὁ δεῖνα πράσσει καὶ τίνος ἕνεκεν καὶ τί λέγει καὶ τί ἐνθυμεῖται καὶ τί τεχνάζεται καὶ ὅσα τοιαῦτα ποιεῖ ἀπορρέμβεσθαι τῆς τοῦ ἰδίου ἡγεμονικοῦ παρατηρήσεως.
也就是说,去想象某人在做什么、为了什么目的、在说什么、在想什么、在策划什么,以及所有诸如此类的事情,会使你偏离对自己主导部分的观察。
§3.4.2χρὴ μὲν οὖν καὶ τὸ εἰκῇ καὶ μάτην ἐν τῷ εἱρμῷ τῶν φαντασιῶν περιίστασθαι, πολὺ δὲ μάλιστα τὸ περίεργον καὶ κακόηθες καὶ ἐθιστέον ἑαυτὸν μόνα φαντάζεσθαι, περὶ ὧν εἴ τις ἄφνω ἐπανέροιτο·
因此,在思想的联结中,必须避免盲目和徒劳,尤其是爱管闲事和怀有恶意。
τί νῦν διανοῇ;
你应当习惯于只思考这样一些事情,以至于如果有人突然问你:“你现在在想什么?
μετὰ παρρησίας παραχρῆμα ἂν ἀποκρίναιο ὅτι τὸ καὶ τό·
”你能够立即坦率地回答:“在想这个和那个。
ὡς ἐξ αὐτῶν εὐθὺς δῆλα εἶναι, ὅτι πάντα ἁπλᾶ καὶ εὐμενῆ καὶ ζῴου κοινωνικοῦ καὶ ἀμελοῦντος ἡδονικῶν ἢ καθάπαξ ἀπολαυστικῶν φαντασμάτων ἢ φιλονεικίας τινὸς ἢ βασκανίας καὶ ὑποψίας ἢ ἄλλου τινός, ἐφ’ ᾧ ἂν ἐρυθριάσειας ἐξηγούμενος, ὅτι ἐν νῷ αὐτὸ εἶχες.
”从而由这些话立刻显明,你心中的一切都是简单和友善的,属于一个社会性动物,他不介意任何肉体享乐或感官幻想,也不介意任何竞争、嫉妒、猜疑,或任何你在解释自己心中所想时会感到面红耳赤的其他事物。
§3.4.3ὁ γάρ τοι ἀνὴρ ὁ τοιοῦτος, οὐκέτι ὑπερτιθέμενος τὸ ὡς ἐν ἀρίστοις ἤδη εἶναι, ἱερεύς τίς ἐστι καὶ ὑπουργὸς θεῶν, χρώμενος καὶ τῷ ἔνδον ἱδρυμένῳ αὐτῷ, ὃ παρέχεται τὸν ἄνθρωπον ἄχραντον ἡδονῶν, ἄτρωτον ὑπὸ παντὸς πόνου, πάσης ὕβρεως ἀνέπαφον, πάσης ἀναίσθητον πονηρίας, ἀθλητὴν ἄθλου τοῦ μεγίστου, τοῦ ὑπὸ μηδενὸς πάθους καταβληθῆναι, δικαιοσύνῃ βεβαμμένον εἰς βάθος, ἀσπαζόμενον μὲν ἐξ ὅλης τῆς ψυχῆς τὰ συμβαίνοντα καὶ ἀπονεμόμενα πάντα, μὴ πολλάκις δὲ μηδὲ χωρὶς μεγάλης καὶ κοινωφελοῦς ἀνάγκης φανταζόμενον τί ποτε ἄλλος λέγει ἢ πράσσει ἢ διανοεῖται.
因为这样的人,不再拖延使自己立刻列于最优秀者之林,他便是神明的祭司和仆人,他也运用那安设于他自身内部的力量,这力量使人不受享乐的污染,不被任何痛苦所伤,不受任何侮辱的触动,对一切恶行无感,成为最伟大竞技中的斗士——即不被任何激情所击倒,并深染正义之色,全心全意地欢迎一切发生并分派给他的人和事,若非为了重大且有益于公共利益的必要,他绝不频繁也不无端去想象别人在说什么、做什么或想什么。
μόνα γὰρ τὰ ἑαυτοῦ πρὸς ἐνέργειαν † ἔχει καὶ τὰ ἑαυτῷ ἐκ τῶν ὅλων συγκλωθόμενα διηνεκῶς ἐννοεῖ κἀκεῖνα μὲν καλὰ παρέχεται, ταῦτα δὲ ἀγαθὰ εἶναι πέπεισται·
因为他只将自己的事情作为活动的客观对象,并不断思考那从整个宇宙中为他纺织出来的命运;他使前者保持美好,并坚信后者是好的。
ἡ γὰρ ἑκάστῳ νεμομένη μοῖρα συνεμφέρεταί τε καὶ συνεμφέρει.
因为分派给每个人的命运,既与他同行,也对他有益。
§3.4.4μέμνηται δὲ καὶ ὅτι συγγενὲς πᾶν τὸ λογικόν, καὶ ὅτι κήδεσθαι μὲν πάντων ἀνθρώπων κατὰ τὴν τοῦ ἀνθρώπου φύσιν ἐστί, δόξης δὲ οὐχὶ τῆς παρὰ πάντων ἀνθεκτέον, ἀλλὰ τῶν ὁμολογουμένως τῇ φύσει βιούντων μόνων.
他还记住,所有理性存在物都是同胞,关怀所有人是符合人的本性的,但我们不应坚持所有人的评价,而只应坚持那些公认顺应自然而生活的人的评价。
οἱ δὲ μὴ οὕτως βιοῦντες ὁποῖοί τινες οἴκοι τε καὶ ἔξω τῆς οἰκίας καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, οἷοι μεθʼ οἵων φύρονται, μεμνημένος διατελεῖ.
至于那些不这样生活的人,他们在家里和家外,在夜间和白天是什么样的人,以及他们与什么样的人混在一起,他始终铭记在心。
οὐ τοίνυν οὐδὲ τὸν παρὰ τῶν τοιούτων ἔπαινον ἐν λόγῳ τίθεται, οἵγε οὐδὲ αὐτοὶ ἑαυτοῖς ἀρέσκονται.
因此,他绝不把来自这种人的赞美放在眼里,因为这些人甚至连自己都不满意。

词汇与语法注释

  1. 3.4.1ὁπόταν μὴ τὴν ἀναφορὰν ἐπί τι κοινωφελὲς ποιῇ — 虚拟语气动词 `ποιῇ` 的主语是第二人称单数(你),意为“除非你将(这些空想)指向某种共同利益”。`τὴν ἀναφορὰν` 是意为“指向、关联”的名词。
  2. 3.4.1ἀπορρέμβεσθαι — 不定式 `ἀπορρέμβεσθαι`(偏离、游荡)由 `τουτέστι`(也就是说)引导,作为同位语用来具体解释前文“在关于他人的空想中消磨余生”的实质。
  3. 3.4.2ὡς ἐξ αὐτῶν εὐθὺς δῆλα εἶναι — 由连词 `ὡς` 与不定式 `εἶναι` 结合组成的结果状语从句,表示“从而由此立刻显明……”的上下文因果关系。
  4. 3.4.3τοῦ ὑπὸ μηδενὸς πάθους καταβληθῆναι — 带冠词不定式的属格,作为前文名词 `ἄθλου`(竞技、斗争)的解释性或同位语属格,意为“不被任何激情击倒的(最大竞技)”。
  5. 3.4.4οἱ δὲ μὴ οὕτως βιοῦντες — 主格独立(破格文)。它脱离了常规的文法格变化流向,以主格形式置于句首,从而作为主句分词 `μεμνημένος`(记住)所特别关注的对象被强力呈示出来。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §3.4.1-3.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:3.4.1-3.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。