§3.4.1Μὴ κατατρίψῃς τὸ ὑπολειπόμενον τοῦ βίου μέρος ἐν ταῖς περὶ ἑτέρων φαντασίαις, ὁπόταν μὴ τὴν ἀναφορὰν ἐπί τι κοινωφελὲς ποιῇ (ἤτοι γὰρ ἄλλου ἔργου στέρῃ).
他人のことに関する空想の中で、人生の残された部分を費やしてはならない。 ただし、それが何か共通の利益になることへと向けられている場合は別である(なぜなら、そうでないならお前は他のなすべき仕事を取り上げられるからである)。
τουτέστι φανταζόμενος τί ὁ δεῖνα πράσσει καὶ τίνος ἕνεκεν καὶ τί λέγει καὶ τί ἐνθυμεῖται καὶ τί τεχνάζεται καὶ ὅσα τοιαῦτα ποιεῖ ἀπορρέμβεσθαι τῆς τοῦ ἰδίου ἡγεμονικοῦ παρατηρήσεως.
すなわち、「誰それが何をなしており、何のためにそうしているか、何を言い、何を考え、何を企てているか、その他これに類すること」を思い描くことによって、自分自身の支配主導部の観察から迷い出ることになるからだ。
§3.4.2χρὴ μὲν οὖν καὶ τὸ εἰκῇ καὶ μάτην ἐν τῷ εἱρμῷ τῶν φαντασιῶν περιίστασθαι, πολὺ δὲ μάλιστα τὸ περίεργον καὶ κακόηθες καὶ ἐθιστέον ἑαυτὸν μόνα φαντάζεσθαι, περὶ ὧν εἴ τις ἄφνω ἐπανέροιτο·
それゆえ、思いの連鎖の中で、当てのないことや無駄なことを避けるべきであり、特にお節介や悪意に満ちたことを避けるべきである。
τί νῦν διανοῇ; μετὰ παρρησίας παραχρῆμα ἂν ἀποκρίναιο ὅτι τὸ καὶ τό·
そして、もし誰かが不意に「今、何を考えているのか」と尋ねたなら、直ちに率直に「これこれのことを」と答えられるようなことだけを思い描くよう自分自身に習慣づけるべきである。
ὡς ἐξ αὐτῶν εὐθὺς δῆλα εἶναι, ὅτι πάντα ἁπλᾶ καὶ εὐμενῆ καὶ ζῴου κοινωνικοῦ καὶ ἀμελοῦντος ἡδονικῶν ἢ καθάπαξ ἀπολαυστικῶν φαντασμάτων ἢ φιλονεικίας τινὸς ἢ βασκανίας καὶ ὑποψίας ἢ ἄλλου τινός, ἐφ’ ᾧ ἂν ἐρυθριάσειας ἐξηγούμενος, ὅτι ἐν νῷ αὐτὸ εἶχες.
その結果、それらの事柄から、すべてが単純で好意に満ち、共同社会的な動物にふさわしいものであり、快楽的あるいは一言で言えば享楽的な幻想、あるいは何らかの競争心、嫉妬、不信、またはそれを心に抱いていたと説明すれば赤面せざるを得ないような、その他のいかなるものも気にかけない者の考えであることがただちに明らかになるように。
§3.4.3ὁ γάρ τοι ἀνὴρ ὁ τοιοῦτος, οὐκέτι ὑπερτιθέμενος τὸ ὡς ἐν ἀρίστοις ἤδη εἶναι, ἱερεύς τίς ἐστι καὶ ὑπουργὸς θεῶν, χρώμενος καὶ τῷ ἔνδον ἱδρυμένῳ αὐτῷ, ὃ παρέχεται τὸν ἄνθρωπον ἄχραντον ἡδονῶν, ἄτρωτον ὑπὸ παντὸς πόνου, πάσης ὕβρεως ἀνέπαφον, πάσης ἀναίσθητον πονηρίας, ἀθλητὴν ἄθλου τοῦ μεγίστου, τοῦ ὑπὸ μηδενὸς πάθους καταβληθῆναι, δικαιοσύνῃ βεβαμμένον εἰς βάθος, ἀσπαζόμενον μὲν ἐξ ὅλης τῆς ψυχῆς τὰ συμβαίνοντα καὶ ἀπονεμόμενα πάντα, μὴ πολλάκις δὲ μηδὲ χωρὶς μεγάλης καὶ κοινωφελοῦς ἀνάγκης φανταζόμενον τί ποτε ἄλλος λέγει ἢ πράσσει ἢ διανοεῖται.
なぜなら、このような人は、最も優れた人々の中に直ちに加わることをもはや先延ばしにせず、神々の司祭であり仕え人であって、自己の内部に安置されたものをも用いる。 それは、その人を、快楽によって汚されず、あらゆる苦痛によって傷つけられず、あらゆる侮辱に触れられず、あらゆる悪意に無感覚であり、最大にして最高の競技、すなわちいかなる情念によっても打ち負かされないという競技の闘士とし、正義によって心の底まで染め上げられ、自分に起こるすべての出来事や割り当てられるすべての運命を魂の底から歓迎し、また、重大で公共の利益に資するやむを得ない必要がない限り、他の誰かが何を語り、何を行い、何を考えているかを度々思い描くことのない人間として保つ。
μόνα γὰρ τὰ ἑαυτοῦ πρὸς ἐνέργειαν † ἔχει καὶ τὰ ἑαυτῷ ἐκ τῶν ὅλων συγκλωθόμενα διηνεκῶς ἐννοεῖ κἀκεῖνα μὲν καλὰ παρέχεται, ταῦτα δὲ ἀγαθὰ εἶναι πέπεισται·
なぜなら、彼は自分自身のなすべきことだけを活動の対象とし、宇宙全体から自分に紡ぎ出される運命を絶えず心に留めているからである。 そして、前者を美しく保ち、後者が良いものであると確信している。
ἡ γὰρ ἑκάστῳ νεμομένη μοῖρα συνεμφέρεταί τε καὶ συνεμφέρει.
なぜなら、各自に割り当てられた運命は、その人と共に運ばれ、またその人に益するからである。
§3.4.4μέμνηται δὲ καὶ ὅτι συγγενὲς πᾶν τὸ λογικόν, καὶ ὅτι κήδεσθαι μὲν πάντων ἀνθρώπων κατὰ τὴν τοῦ ἀνθρώπου φύσιν ἐστί, δόξης δὲ οὐχὶ τῆς παρὰ πάντων ἀνθεκτέον, ἀλλὰ τῶν ὁμολογουμένως τῇ φύσει βιούντων μόνων.
また彼は、すべての理性的なものが互いに同胞であること、すべての人々を気遣うことは人間の本性にかなっていること、しかしすべての人からの評判を重んじるべきではなく、自然に合致して生きていると認められる人々だけの評判を重んじるべきであることを記憶している。
οἱ δὲ μὴ οὕτως βιοῦντες ὁποῖοί τινες οἴκοι τε καὶ ἔξω τῆς οἰκίας καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, οἷοι μεθʼ οἵων φύρονται, μεμνημένος διατελεῖ.
そうではない生き方をしている者たちが、家の中でも外でも、夜も昼もどのような人間であるか、また彼らがどのような者たちとどのように混じり合っているかを、彼は常に記憶し続けている。
οὐ τοίνυν οὐδὲ τὸν παρὰ τῶν τοιούτων ἔπαινον ἐν λόγῳ τίθεται, οἵγε οὐδὲ αὐτοὶ ἑαυτοῖς ἀρέσκονται.
したがって、そのような人々からの称賛を彼は考慮に入れない。 彼らは自分自身にさえ満足していないのだから。