Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §3.3.1

伟人难免一死与航海终了的下船

第 37 段,共 486 段 · 希腊语

内容简介

作者列举了伟大的医生、预言家、统治者和哲学家都无法逃避死亡的例子,将死亡比作航海结束后的下船,并指出无论是否有来生或归于无知觉,都无需畏惧。

§3.3.1Ἱπποκράτης πολλὰς νόσους ἰασάμενος αὐτὸς νοσήσας ἀπέθανεν.
希波克拉底治好了许多疾病,自己也因生病而死。
οἱ Χαλδαῖοι πολλῶν θανάτους προηγόρευσαν, εἶτα καὶ αὐτοὺς τὸ πεπρωμένον κατέλαβεν.
迦勒底人预言了许多人的死亡,然而随后命运也降临到了他们自己头上。
Ἀλέξανδρος καὶ Πομπήιος καὶ Γάιος Καῖσαρ, ὅλας πόλεις ἄρδην τοσαυτάκις ἀνελόντες καὶ ἐν παρατάξει πολλὰς μυριάδας ἱππέων καὶ πεζῶν κατακόψαντες, καὶ αὐτοί ποτε ἐξῆλθον τοῦ βίου.
亚历山大、庞培和盖乌斯·恺撒,曾如此频繁地彻底毁灭整个城市,并在战场上斩杀了数万骑兵和步兵,但他们自己最终也离开了人世。
Ἡράκλειτος περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως τοσαῦτα φυσιολογήσας, ὕδατος τὰ ἐντὸς πληρωθείς, βολβίτῳ κατακεχρισμένος ἀπέθανε.
赫拉克利特对宇宙的大火进行了如此多的自然哲学探讨,却因体内充满积水、全身涂满牛粪而死。
Δημόκριτον δὲ οἱ φθεῖρες, Σωκράτην δὲ ἄλλοι φθεῖρες ἀπέκτειναν.
德谟克利特被虱子咬死,而苏格拉底则被别的虱子害死。
τί ταῦτα;
这算得了什么?
ἐνέβης, ἔπλευσας, κατήχθης· ἔκβηθι.
你已登船,你已航行,你已靠岸;下船吧。
εἰ μὲν ἐφ’ ἕτερον βίον, οὐδὲν θεῶν κενὸν οὐδὲ ἐκεῖ· εἰ δὲ ἐν ἀναισθησίᾳ, παύσῃ πόνων καὶ ἡδονῶν ἀνεχόμενος καὶ λατρεύων τοσούτῳ χείρονι τῷ ἀγγείῳ ἤπερ ἐστὶ τὸ ὑπηρετοῦν·
如果是走向另一种生活,那里同样并非没有神明;但如果是进入无知觉状态,你将不再忍受痛苦与快乐,也不再侍奉这个远比那服务于它的部分更差劲的容器。
τὸ μὲν γὰρ νοῦς καὶ δαίμων, τὸ δὲ γῆ καὶ λύθρος.
因为前者是理智与神灵,而后者是泥土与血污。

词汇与语法注释

  1. 3.3.1ὕδατος τὰ ἐντὸς πληρωθείς — 动词 `πληρόω`(充满)的被动分词 `πληρωθείς`(被充满)同时带有一个表示内容物的材料属格 `ὕδατος`(用水)和表示受影响身体部位的限定宾格 `τὰ ἐντός`(内部)。这指的是赫拉克利特因患水肿病而去世的传说。
  2. 3.3.1παύσῃ πόνων καὶ ἡδονῶν ἀνεχόμενος — 动词 `παύομαι`(停止、免除)带有名词性补足分词(此处为 `ἀνεχόμενος` 和 `λατρεύων`),表示“停止做某事”。分词 `ἀνεχόμενος` 源自支配属格的动词 `ἀνέχομαι`(忍受),因此 `πόνων καὶ ἡδονῶν`(痛苦与快乐)作为其属格宾语。
  3. 3.3.1ἤπερ ἐστὶ τὸ ὑπηρετοῦν — 由比较连词 `ἤπερ`(比……)引导的从句,修饰比较级 `χείρονι`(更差的)。中性现在分词 `τὸ ὑπηρετοῦν`(为其服务/提供功能的部分)指代主体精神(理智或神灵),与身体这一“容器”(`τὸ ἀγγεῖον`)相对应。虽然身体是容纳灵魂的容器,但灵魂才是赋予生命并实际为其提供功能的尊贵主体,这与下一句中的 `τὸ μὲν`(前者)相呼应。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §3.3.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:3.3.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。