§3.10.1Πάντα οὖν ῥίψας ταῦτα μόνα τὰ ὀλίγα σύνεχε καὶ ἔτι συμμνημόνευε, ὅτι μόνον ζῇ ἕκαστος τὸ παρὸν τοῦτο, τὸ ἀκαριαῖον· τὰ δὲ ἄλλα ἢ βεβίωται ἢ ἐν ἀδήλῳ, μικρὸν μὲν οὖν ὃ ζῇ ἕκαστος· μικρὸν δὲ τὸ τῆς γῆς γωνίδιον ὅπου ζῇ· μικρὸν δὲ καὶ ἡ μηκίστη ὑστεροφημία καὶ αὕτη δὲ κατὰ διαδοχὴν ἀνθρωπαρίων τάχιστα τεθνηξομένων καὶ οὐκ εἰδότων οὐδὲ ἑαυτοὺς οὐδέ γε τὸν πρόπαλαι τεθνηκότα.
因此,抛弃这一切,只牢牢把握这少数的几件事。 并且还要记住:每个人所度过的只有这当下的时刻,即那转瞬即逝的一瞬;而其余的时间,要么已经度过,要么处于未知之中。 因此,每个人所活的生命是微不足道的,他所居住的大地的一隅也是微不足道的,乃至那流传最久远的死后名声也是微不足道的,而且这名声也不过是通过一代代很快就会死去的卑微之人相传,他们甚至连自己都不了解,更不用说很久以前就死去的人了。