§3.9.1Τὴν ὑποληπτικὴν δύναμιν σέβε.
敬重判断的能力。
ἐν ταύτῃ τὸ πᾶν, ἵνα ὑπόληψις τῷ ἡγεμονικῷ σου μηκέτι ἐγγένηται ἀνακόλουθος τῇ φύσει καὶ τῇ τοῦ λογικοῦ ζῴου κατασκευῇ, αὕτη δὲ ἐπαγγέλλεται ἀπροπτωσίαν καὶ τὴν πρὸς ἀνθρώπους οἰκείωσιν καὶ τὴν τοῖς θεοῖς ἀκολουθίαν.
一切尽在于此,以便在你的主导部分中,不再产生与自然以及理性动物的构造相违背的判断。 而这所承诺的,乃是免于轻率、对人的亲和以及对神灵的顺从。