§3.11.1Τοῖς δὲ εἰρημένοις παραστήμασιν ἓν ἔτι προσέστω, τὸ ὅρον ἢ ὑπογραφὴν ἀεὶ ποιεῖσθαι τοῦ ὑποπίπτοντος φανταστοῦ, ὥστε αὐτὸ ὁποῖόν ἐστι κατ’ οὐσίαν, γυμνόν, ὅλον δι’ ὅλων διῃρημένως βλέπειν καὶ τὸ ἴδιον ὄνομα αὐτοῦ καὶ τὰ ὀνόματα ἐκείνων, ἐξ ὧν συνεκρίθη καὶ εἰς ἃ ἀναλυθήσεται, λέγειν παρ’ ἑαυτῷ.
在前述的心态之外,还应当再加上一条:对于呈现于心中的表象,始终为其作出一项定义或描绘,从而能够看清它本质上究竟是什么,赤裸裸地、完整无遗地、剖析清楚地加以观察,并在内心默念它本身的固有名称,以及那些合成它、且它终将分解成其中的事物的名称。
§3.11.2οὐδὲν γὰρ οὕτως μεγαλοφροσύνης ποιητικόν, ὡς τὸ ἐλέγχειν ὁδῷ καὶ ἀληθείᾳ ἕκαστον τῶν τῷ βίῳ ὑποπιπτόντων δύνασθαι καὶ τὸ ἀεὶ οὕτως εἰς αὐτὰ ὁρᾶν, ὥστε συνεπιβάλλειν ὁποίῳ τινὶ τῷ κόσμῳ ὁποίαν τινὰ τοῦτο χρείαν παρεχόμενον τίνα μὲν ἔχει ἀξίαν ὡς πρὸς τὸ ὅλον, τίνα δὲ ὡς πρὸς τὸν ἄνθρωπον, πολίτην ὄντα πόλεως τῆς ἀνωτάτης, ἧς αἱ λοιπαὶ πόλεις ὥσπερ οἰκίαι εἰσίν· τί ἐστὶ καὶ ἐκ τίνων συγκέκριται καὶ πόσον χρόνον πέφυκε παραμένειν τοῦτο τὸ τὴν φαντασίαν μοι νῦν ποιοῦν καὶ τίνος ἀρετῆς πρὸς αὐτὸ χρεία, οἷον ἡμερότητος, ἀνδρείας, πίστεως, ἀφελείας, αὐταρκείας, τῶν λοιπῶν.
因为,没有什么能像这样培养高尚的胸怀:能够有系统地、真实地检验生活中遇到的每一件事,并且始终以这样一种方式去注视它们,即:在同时领会这件东西对怎样的宇宙提供了怎样的效用的同时,理解它对于作为整体的宇宙具有什么价值,以及对于作为最高城邦(其他城邦在此城邦面前犹如一个个家庭)之公民的人类具有什么价值;以及:这件现在在我心中产生此种表象的事物究竟是什么,它由什么成分合成,它被赋予了多长的存续时间,以及面对它时需要动用何种美德,例如温和、勇敢、诚实、质朴、自足等等。
§3.11.3διὸ δεῖ ἐφ̓ ἑκάστου λέγειν· τοῦτο μὲν παρὰ θεοῦ ἥκει, τοῦτο δὲ κατὰ τὴν σύλληξιν καὶ τὴν συμμηρυομένην σύγκλωσιν καὶ τὴν τοιαύτην σύντευξίν τε καὶ τύχην, τοῦτο δὲ παρὰ τοῦ συμφύλου καὶ συγγενοῦς καὶ κοινωνοῦ, ἀγνοοῦντος μέντοι ὅ τι αὐτῷ κατὰ φύσιν ἐστίν.
因此,对于每一件事都应当说:“这来自于神;那来自于命运的配给、共同纺成的命运之线,以及此类的巧合与偶然;而这又来自于同胞、亲族和伙伴,尽管他确实不知道什么才是符合他本性的。
ἀλλ’ ἐγὼ οὐκ ἀγνοῶ·
”但我却并非不知道。
διὰ τοῦτο χρῶμαι αὐτῷ κατὰ τὸν τῆς κοινωνίας φυσικὸν νόμον εὔνως καὶ δικαίως, ἅμα μέντοι τοῦ κατ’ ἀξίαν ἐν τοῖς μέσοις συστοχάζομαι.
因此,我按照共同社会的自然法则,以友善和正义对待他,然而与此同时,在那些无记的(道德中立的)事物中,我仍要力求契合它们应有的相对价值。