§2.14.1Κἂν τρὶς χίλια ἔτη βιώσεσθαι μέλλῃς, κἂν τοσαυτάκις μύρια, ὅμως μέμνησο ὅτι οὐδεὶς ἄλλον ἀποβάλλει βίον ἢ τοῦτον ὃν ζῇ, οὐδὲ ἄλλον ζῇ ἢ ὃν ἀποβάλλει.
即使你将活上三千年,甚至三千年的万倍,也请记住:没有人会失去除了他此时正在度过的生活之外的生命,也没有人会度过除了他所失去的生活之外的生命。
εἰς ταὐτὸν οὖν καθίσταται τὸ μήκιστον τῷ βραχυτάτῳ.
因此,最长的生命和最短的生命都归于同一处。
τὸ γὰρ παρὸν πᾶσιν ἴσον καὶ τὸ ἀπολλύμενον οὖν ἴσον καὶ τὸ ἀποβαλλόμενον οὕτως ἀκαριαῖον ἀναφαίνεται.
因为对所有人来说,现在都是平等的,所以失去的也是平等的,而如此失去的生命,便显现为仅仅是转瞬即逝的一刻。
οὔτε γὰρ τὸ παρῳχηκὸς οὔτε τὸ μέλλον ἀποβάλοι ἄν τις· ὃ γὰρ οὐκ ἔχει, πῶς ἄν τις τοῦτο αὐτοῦ ἀφέλοιτο;
因为,无论过去还是未来,谁也无法失去;因为,人怎么能被夺走他并不拥有的东西呢?
§2.14.2τούτων οὖν τῶν δύο δεῖ μεμνῆσθαι· ἑνὸς μέν, ὅτι πάντα ἐξ ἀιδίου ὁμοειδῆ καὶ ἀνακυκλούμενα καὶ οὐδὲν διαφέρει, πότερον ἐν ἑκατὸν ἔτεσιν ἢ ἐν διακοσίοις ἢ ἐν τῷ ἀπείρῳ τὰ αὐτά τις ὄψεται· ἑτέρου δέ, ὅτι καὶ ὁ πολυχρονιώτατος καὶ ὁ τάχιστα τεθνηξόμενος τὸ ἴσον ἀποβάλλει.
因此,必须记住这两件事:其一,万物自古以来就是同质且循环往复的,无论一个人是在一百年、两百年,还是在无限的时间里看到同样的事物,都没有什么区别;其二,活得最久的人和最快将死的人,失去的是相同的东西。
τὸ γὰρ παρόν ἐστι μόνον, οὗ στερίσκεσθαι μέλλει, εἴπερ γε ἔχει καὶ τοῦτο μόνον καὶ ὃ μὴ ἔχει τις οὐκ ἀποβάλλει.
因为人能被剥夺的只有现在,如果他确实只拥有现在,而人是无法失去自己所不拥有的东西的。