§12.23.1Μία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸν πάσχει, καθὸ πέπαυται· οὐδὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην κατ’ αὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν.
任何一个单一的活动,若在适当时机停止,就其停止而言,并没有遭受任何痛苦;同样,做这件事的人就其停止这一事实而言,也没有遭受任何损害。
ὁμοίως οὖν τὸ ἐκ πασῶν τῶν πράξεων σύστημα, ὅπερ ἐστὶν ὁ βίος, ἐὰν ἐν καιρῷ παύσηται, οὐδὲν κακὸν πάσχει κατ’ αὐτὸ τοῦτο, καθὸ πέπαυται· οὐδὲ ὁ καταπαύσας ἐν καιρῷ τὸν εἱρμὸν τοῦτον κακῶς διετέθη.
因此,同理,由一切活动所构成的体系——即生命——如果适时结束,就其结束而言,并没有遭受任何痛苦;而那个在适当时机结束这一链条的人,也并未因此陷入不好的境地。
τὸν δὲ καιρὸν καὶ τὸν ὅρον δίδωσιν ἡ φύσις, ποτὲ μὲν καὶ ἡ ἰδία, ὅταν ἐν γήρᾳ, πάντως δὲ ἡ τῶν ὅλων, ἧς τῶν μερῶν μεταβαλλόντων νεαρὸς ἀεὶ καὶ ἀκμαῖος ὁ σύμπας κόσμος διαμένει.
然而,给出适当时机和界限的是自然:有时是个人特有的自然(如在老年时),但始终是整体的自然,通过其部分的不断改变,整个宇宙得以始终保持年轻与强盛。
καλὸν δὲ ἀεὶ πᾶν καὶ ὡραῖον τὸ συμφέρον τῷ ὅλῳ.
对于整体有利的事物,在任何时候都是美好和适时的。
ἡ οὖν κατάπαυσις τοῦ βίου ἑκάστῳ οὐ κακὸν μὲν ὅτι οὐδὲ αἰσχρόν, εἴπερ καὶ ἀπροαίρετον καὶ οὐκ ἀκοινώνητον· ἀγαθὸν δὲ εἴπερ τῷ ὅλῳ καίριον καὶ συμφέρον καὶ συμφερόμενον.
因此,对每个人来说,生命的终结并不是一件坏事,因为这并不丢脸,因为它既非由我们自己选择,也不危害社会;相反,如果它对整体而言是合乎时宜、有利且协调的,它便是一件好事。
οὕτως γὰρ καὶ θεοφόρητος ὁ φερόμενος κατὰ ταὐτὰ θεῷ καὶ ἐπὶ ταὐτὰ τῇ γνώμῃ φερόμενος.
因为这样一来,那与神相一致、且在心灵上朝着同一目标前进的人,也就是被神所引导的人。