§12.24.1Τρία ταῦτα δεῖ πρόχειρα ἔχειν· ἐπὶ μὲν ὧν ποιεῖς, εἰ μήτε εἰκῇ μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ’ ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν· οὔτε δὲ τῇ ἐπιτυχίᾳ μεμπτέον οὔτε τῇ προνοίᾳ ἐγκλητέον.
这三件事你必须随时准备在手:第一,关于你所做的事,要看它是否既非漫无目的,也非以不同于正义本身所会采取的方式进行;关于外部发生的事,要知道它们要么源于偶然,要么源于神意,而你既不该指责偶然,也不该抱怨神意。
δεύτερον τό· ὁποῖον ἕκαστον ἀπὸ σπέρματος μέχρι ψυχώσεως καὶ ἀπὸ ψυχώσεως μέχρι τοῦ τὴν ψυχὴν ἀποδοῦναι καὶ ἐξ οἵων ἡ σύγκρισις καὶ εἰς οἷα ἡ λύσις.
第二,每一个事物从种子到获得生命,再从获得生命到交还灵魂,它是怎样的;以及它的结合是由什么构成,其消解又是向着什么而去。
τρίτον, εἰ ἄφνω μετέωρος ἐξαρθεὶς κατασκέψαιο τὰ ἀνθρώπεια καὶ τὴν πολυτροπίαν, ὅτι καταφρονήσεις συνιδὼν ἅμα καὶ ὅσον τὸ περιοικοῦν ἐναερίων καὶ ἐναιθερίων· καὶ ὅτι, ὁσάκις ἂν ἐξαρθῇς, ταὐτὰ ὄψῃ, τὸ ὁμοειδές, τὸ ὀλιγοχρόνιον.
第三,如果你突然被提升到高空,俯瞰尘世人事及其千姿百态,你会看不起它们,因为你同时也看清了有多少居住在空气和以太中的生灵环绕在周围;并且要知道,无论你被提升多少次,你都会看到同样的事情——它们的一致性与短暂性。
ἐπὶ τούτοις ὁ τῦφος.
而建立在这些之上的,便是虚荣。