§11.2.1Ὠιδῆς ἐπιτερποῦς καὶ ὀρχήσεως καὶ παγκρατίου καταφρονήσεις, ἐὰν τὴν μὲν ἐμμελῆ φωνὴν καταμερίσῃς εἰς ἕκαστον τῶν φθόγγων καὶ καθ’ ἕνα πύθῃ σεαυτοῦ, εἰ τούτου ἥττων εἶ·
你会轻视那悦耳的歌声、舞蹈以及角斗,如果你将那和谐的歌声分解为每一个单独的音符,并就其中每一个音符问自己,你是否被它所征服。
διατραπήσῃ γάρ·
因为你将会退缩。
ἐπὶ δὲ ὀρχήσεως τὸ ἀνάλογον ποιήσας καθ’ ἑκάστην κίνησιν ἢ σχέσιν, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ παγκρατίου.
关于舞蹈,如果你对每一个动作或姿态做同样的事,结果也是一样;对于角斗,同样如此。
ὅλως οὖν, χωρὶς ἀρετῆς καὶ τῶν ἀπ’ ἀρετῆς, μέμνησο ἐπὶ τὰ κατὰ μέρος τρέχειν καὶ τῇ διαιρέσει αὐτῶν εἰς καταφρόνησιν ἰέναι, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τὸν βίον ὅλον μετάφερε.
总之,除了美德以及源于美德的事物之外,记住要奔向每一个具体的部分,并通过对它们的分割来达到轻视;并且把这同样的方法应用到整个生命之中。