Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §11.1.1-11.1.2

理性灵魂的固有特征与正义的理性

第 413 段,共 486 段 · 希腊语

内容简介

本段阐述了理性灵魂的固有特征,包括自我塑造、自足性、对宇宙和时间循环的沉思,以及爱邻人与正义,并指出正确的理性与正义的理性完全一致。

§11.1.1Τὰ ἴδια τῆς λογικῆς ψυχῆς· ἑαυτὴν ὁρᾷ, ἑαυτὴν διαρθροῖ, ἑαυτὴν ὁποίαν ἂν βούληται ποιεῖ, τὸν καρπὸν ὃν φέρει αὐτὴ καρποῦται (τοὺς γὰρ τῶν φυτῶν καρποὺς καὶ τὸ ἀνάλογον ἐπὶ τῶν ζῴων ἄλλοι καρποῦνται), τοῦ ἰδίου τέλους τυγχάνει, ὅπου ἂν τὸ τοῦ βίου πέρας ἐπιστῇ, οὐχ ὥσπερ ἐπὶ ὀρχήσεως καὶ ὑποκρίσεως καὶ τῶν τοιούτων ἀτελὴς γίνεται ἡ ὅλη πρᾶξις, ἐάν τι ἐγκόψῃ, ἀλλ’ ἐπὶ παντὸς μέρους καὶ ὅπου ἂν καταληφθῇ, πλῆρες καὶ ἀπροσδεὲς ἑαυτῇ τὸ προτεθὲν ποιεῖ, ὥστε εἰπεῖν· ἐγὼ ἀπέχω τὰ ἐμά.
理性灵魂的特征:它看见自身、塑造自身、将自身做成它所期望的样子,并亲自收获自己所结的果实(因为植物的果实和动物的类似产物是由他人收获的)。 无论生命的终点在何处临头,它都能达到自己的目的。 它不同于舞蹈、戏剧及类似的行为——在这些行为中,如果有任何事情中断,整个行动就会变得不完整——而是在任何部分、在任何被截断的地方,它都能使所预设的目标对自身而言显得完整而无所缺欠,从而可以说:“我已得我所有。
§11.1.2ἔτι δὲ περιέρχεται τὸν ὅλον κόσμον καὶ τὸ περὶ αὐτὸν κενὸν καὶ τὸ σχῆμα αὐτοῦ καὶ εἰς τὴν ἀπειρίαν τοῦ αἰῶνος ἐκτείνεται καὶ τὴν περιοδικὴν παλιγγενεσίαν τῶν ὅλων ἐμπεριλαμβάνει καὶ περινοεῖ καὶ θεωρεῖ ὅτι οὐδὲν νεώτερον ὄψονται οἱ μεθ’ ἡμᾶς οὐδὲ περιττότερον εἶδον οἱ πρὸ ἡμῶν, ἀλλὰ τρόπον τινὰ ὁ τεσσαρακοντούτης, ἐὰν νοῦν ὁποσονοῦν ἔχῃ, πάντα τὰ γεγονότα καὶ τὰ ἐσόμενα ἑώρακε κατὰ τὸ ὁμοειδές.
” 此外,它巡游整个宇宙、宇宙周围的虚空及其形状,并伸展至时间的无限之中,包容并省思万物的周期性新生,它思索并观察到:后人不会看到什么新事物,前人也不曾见过什么更奇特的事物;反而,在某种意义上,一个四十岁的人,只要他稍微有一点理智,就已经通过事物的一致性,看尽了所有过去和未来的事情。
ἴδιον δὲ λογικῆς ψυχῆς καὶ τὸ φιλεῖν τοὺς πλησίον καὶ ἀλήθεια καὶ αἰδὼς καὶ τὸ μηδὲν ἑαυτῆς προτιμᾶν, ὅπερ ἴδιον καὶ νόμου·
理性的灵魂的特征还在于爱邻人、真理、羞耻心,以及不将任何事物置于自身之上,而这同样也是法律的特征。
οὕτως ἄρ’ οὐδὲν διήνεγκε λόγος ὀρθὸς καὶ λόγος δικαιοσύνης.
因此,正确的理性与正义的理性之间并无二致。

词汇与语法注释

  1. 11.1.1ὅπου ἂν τὸ τοῦ βίου πέρας ἐπιστῇ — 这是一个让步/泛指条件从句,由关系副词 ὅπου、语气词 ἂν 和动词 ἐφίστημι 的 3人称单数不定过去时主动语态虚拟语气 ἐπιστῇ 构成。意为“无论生命的终点在何处降临”,体现了斯多亚学派关于灵魂自足性的核心观点,即灵魂的活动在任何时刻都是完整的,不受生命长短的限制。
  2. 11.1.1ἀπέχω — 此处的动词 ἀπέχω 取其商业和日常用语中的含义,即“全额收讫”或“已领到”。在此处比喻性地指灵魂已经从生命中获得了其所需的全部,处于一种自足满意的状态。
  3. 11.1.2ἑώρακε — 动词 ὁράω 的现在完成时主动直陈语气第三人称单数形式。它不仅是陈述过去的经验,更强调当前的“已见”状态:由于世界是循环且同质的(κατὰ τὸ ὁμοειδές),一个四十岁、拥有理智的人已经“看尽了”世间的一切。
  4. 11.1.2ὅπερ ἴδιον καὶ νόμου — 中性关系代词 ὅπερ 的先行词是前文的不定式短语“不将任何事物置于自身之上”(τὸ μηδὲν ἑαυτῆς προτιμᾶν),或是前述理性灵魂所有特征的合集。这反映了斯多亚学派的自然法思想,即宇宙的理性(Logos)与法律/规范(Nomos)是一体同源的,从而将灵魂的自律性与法律的本质相联系。
  5. 11.1.2οὐδὲν διήνεγκε — 动词 διαφέρω 的不定过去时主动直陈语气第三人称单数形式,意为“毫无区别”。此处的过去时可以理解为陈述普遍真理的“格言不定过去时”(gnomic aorist),或是作为由前述论证直接得出结论的“判断不定过去时”。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §11.1.1-11.1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.1.1-11.1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。