§10.36.1Οὐδείς ἐστιν οὕτως εὔποτμος ᾧ ἀποθνῄσκοντι οὐ παρεστήξονταί τινες ἀσπαζόμενοι τὸ συμβαῖνον κακόν.
没有人是如此幸运,以至于在他临终时,不会有人站在身旁,暗自庆幸这发生在他身上的不幸。
σπουδαῖος καὶ σοφὸς ἦν·
“他曾是一个优秀而智慧的人,”[人们或许会这样说。
μὴ τὸ πανύστατον ἔσται τις ὁ καθ’ αὑτὸν λέγων· ἀναπνεύσομέν ποτε ἀπὸ τούτου τοῦ παιδαγωγοῦ;
]但在他生命的最末一刻,难道不会有人在心里对自己说:“我们终于可以摆脱这个家庭教师,松一口气了吗?
χαλεπὸς μὲν οὐδενὶ ἡμῶν ἦν, ἀλλὰ ᾐσθανόμην ὅτι ἡσυχῇ καταγινώσκει ἡμῶν.
虽然他对我们任何人都不严厉,但我能感觉到他内心里在谴责我们。
ταῦτα μὲν οὖν ἐπὶ τοῦ σπουδαίου, ἐφ’ ἡμῶν δὲ πόσα ἄλλα ἐστί, δι’ ἃ πολὺς ὁ ἀπαλλακτιῶν ἡμῶν.
”那么,对于优秀的人尚且如此,而对于我们,又有多少其他原因,使得有那么多人渴望摆脱我们!
τοῦτο οὖν ἐννοήσεις ἀποθνῄσκων καὶ εὐκολώτερον ἐξελεύσῃ, λογιζόμενος· ἐκ τοιούτου βίου ἀπέρχομαι, ἐν ᾧ αὐτοὶ οἱ κοινωνοί, ὑπὲρ ὧν τὰ τοσαῦτα ἠγωνισάμην, ηὐξάμην, ἐφρόντισα, αὐτοὶ ἐκεῖνοι θέλουσί με ὑπάγειν, ἄλλην τινὰ τυχὸν ἐκ τούτου ῥᾳστώνην ἐλπίζοντες.
因此,当你临终时想到这一点,你就会更安详地离去,心想:“我正在离开这样一个生活,在其中,甚至我曾为之如此奋斗、祈祷、操心的同伴们,他们自己都希望我退场,或许期待能由此获得某种其他的轻松。
τί ἂν οὖν τις ἀντέχοιτο τῆς ἐνταῦθα μακροτέρας διατριβῆς;
”既然如此,人又何必执着于在此处多作停留呢?
μὴ μέντοι διὰ τοῦτο ἔλαττον εὐμενὴς αὐτοῖς ἄπιθι, ἀλλὰ τὸ ἴδιον ἔθος διασῴζων, φίλος καὶ εὔνους καὶ ἵλεως· καὶ μὴ πάλιν ὡς ἀποσπώμενος, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εὐθανατοῦντος εὐκόλως τὸ ψυχάριον ἀπὸ τοῦ σώματος ἐξειλεῖται, τοιαύτην καὶ τὴν ἀπὸ τούτων ἀποχώρησιν δεῖ γίνεσθαι·
然而,不要因此就在离去时对他们减少善意,而要保持你自己的本色,依然友好、仁慈、宽厚;同样,不要像被生生拽开那样,而应当像一个安详死去的人,其灵魂轻易地从肉体中滑脱出来,你与这些人的分离也应当如此。
καὶ γὰρ τούτοις ἡ φύσις συνῆψε καὶ συνέκρινεν, ἀλλὰ νῦν διαλύει.
因为自然曾将你与他们联结并结合在一起,而现在它正在解开这纽带。
διαλύομαι ὡς ἀπὸ οἰκείων μέν, οὐ μὴν ἀνθελκόμενος ἀλλ̓ ἀβιάστως·
“我正如同从亲人身边离开一般被解脱出来,然而并非被拽着不放,而是毫无勉强;因为这也是顺应自然的事物之一。
ἓν γὰρ καὶ τοῦτο τῶν κατὰ φύσιν.
”