§10.35.1Τὸν ὑγιαίνοντα ὀφθαλμὸν πάντα ὁρᾶν δεῖ τὰ ὁρατὰ καὶ μὴ λέγειν· τὰ χλωρὰ θέλω·
健康的眼睛应当看一切看得见的事物,而不应当说:“我想要绿色的东西。
τοῦτο γὰρ ὀφθαλμιῶντός ἐστι.
”因为这是患眼病者的特征。
καὶ τὴν ὑγιαίνουσαν ἀκοὴν καὶ ὄσφρησιν εἰς πάντα δεῖ τὰ ἀκουστὰ καὶ ὀσφραντὰ ἑτοίμην εἶναι, καὶ τὸν ὑγιαίνοντα στόμαχον πρὸς πάντα τὰ τρόφιμα ὁμοίως ἔχειν ὡς μύλην πρὸς πάντα ὅσα ἀλέσουσα κατεσκεύασται.
健康的听觉和嗅觉应当对一切听得见和闻得到的事物做好准备,健康的胃对一切食物也应当如此,正如磨石对于一切被制造来让它磨碎的东西一样。
καὶ τοίνυν τὴν ὑγιαίνουσαν διάνοιαν πρὸς πάντα δεῖ τὰ συμβαίνοντα ἑτοίμην εἶναι, ἡ δὲ λέγουσα·
因此,健康的理性也应当对一切发生的事情做好准备。
τὰ τεκνία σῳζέσθω, καί· πάντες ὅ τι ἂν πράξω ἐπαινείτωσαν, ὀφθαλμός ἐστι τὰ χλωρὰ ζητῶν ἢ ὀδόντες τὰ ἁπαλά.
然而,那说“愿我的孩子们平安无事”,以及“无论我做什么,愿所有人都在赞美”的理性,就像是寻找绿色东西的眼睛,或是寻找软食的牙齿。