§10.26.1Σπέρμα εἰς μήτραν ἀφεὶς ἀπεχώρησε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα ἐργάζεται καὶ ἀποτελεῖ βρέφος·
男子将精液射入子宫便离去了,此后另一个原因接手过来,加以运作并孕育出胎儿。
ἐξ οἵου οἷον; πάλιν·
从何种起点,产生何种事物!
τροφὴν διὰ φάρυγγος ἀφῆκε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα αἴσθησιν καὶ ὁρμὴν καὶ τὸ ὅλον ζωὴν καὶ ῥώμην καὶ ἄλλα (ὅσα καὶ οἷα;
同样,人将食物送入咽喉,此后另一个原因接手过来,产生出感觉、冲动,总之产生出生命、力量以及其他种种(那是多么丰富、多么奇妙的东西!
) ποιεῖ.
)。
ταῦτα οὖν ἐν τοιαύτῃ ἐγκαλύψει γινόμενα θεωρεῖν καὶ τὴν δύναμιν οὕτως ὁρᾶν, ὡς καὶ τὴν βρίθουσαν καὶ τὴν ἀνωφερῆ ὁρῶμεν, οὐχὶ τοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐχ ἧττον ἐναργῶς.
因此,我们应当观察这些在如此隐秘中发生的事情,并以此种方式看清那股力量,正如我们看见那向下沉坠和向上升腾的力量一样,虽非用肉眼,但其清晰程度却不亚于肉眼所见。