§10.27.1Συνεχῶς ἐπινοεῖν πῶς πάντα τοιαῦτα, ὁποῖα νῦν γίνεται, καὶ πρόσθεν ἐγίνετο, καὶ ἐπινοεῖν γενησόμενα· καὶ ὅλα δράματα καὶ σκηνὰς ὁμοειδεῖς, ὅσα ἐκ πείρας τῆς σῆς ἢ τῆς πρεσβυτέρας ἱστορίας ἔγνως, πρὸ ὀμμάτων τίθεσθαι, οἷον αὐλὴν ὅλην Ἁδριανοῦ καὶ αὐλὴν ὅλην Ἀντωνίνου καὶ αὐλὴν ὅλην Φιλίππου, Ἀλεξάνδρου, Κροίσου· πάντα γὰρ ἐκεῖνα τοιαῦτα ἦν, μόνον δι’ ἑτέρων.
要时常思考,如今发生的这一切事情,过去也曾同样发生过,并思考未来它们仍将发生;还要将你从自身经验或更古老历史中所了解的、同类的整个戏剧和相似的场景置于眼前,例如哈德良的整个朝廷、安敦尼的整个朝廷,以及腓力、亚历山大、克罗伊苏斯的整个朝廷;因为所有那些朝廷都是如此,只是由不同的人所扮演而已。