Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §1.7.1-1.7.3

从鲁斯蒂库斯学到的自我矫正与摒除虚荣

第 7 段,共 486 段 · 希腊语

内容简介

马可·奥勒留列举了从鲁斯蒂库斯那里获得的益处,包括认识到道德自我矫正的必要性、避免诡辩和智识上的虚荣、学会和解以及接触到爱比克泰德的学说。

§1.7.1Παρὰ Ῥουστίκου τὸ λαβεῖν φαντασίαν τοῦ χρῄζειν διορθώσεως καὶ θεραπείας τοῦ ἤθους· καὶ τὸ μὴ ἐκτραπῆναι εἰς ζῆλον σοφιστικόν, μηδὲ τὸ συγγράφειν περὶ τῶν θεωρημάτων, ἢ προτρεπτικὰ λογάρια διαλέγεσθαι, ἢ φαντασιοπλήκτως τὸν ἀσκητικὸν ἢ τὸν ἐνεργητικὸν ἄνδρα ἐπιδείκνυσθαι· §1.7.2καὶ τὸ ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστειολογίας· καὶ τὸ μὴ ἐν στολῇ κατ’ οἶκον περιπατεῖν μηδὲ τὰ τοιαῦτα ποιεῖν· καὶ τὸ τὰ ἐπιστόλια ἀφελῶς γράφειν, οἷον τὸ ὑπ̓ αὐτοῦ τούτου ἀπὸ Σινοέσσης τῇ μητρί μου γραφέν· §1.7.3καὶ τὸ πρὸς τοὺς χαλεπήναντας καὶ πλημμελήσαντας εὐανακλήτως καὶ εὐδιαλλάκτως, ἐπειδὰν τάχιστα αὐτοὶ ἐπανελθεῖν ἐθελήσωσι, διακεῖσθαι· καὶ τὸ ἀκριβῶς ἀναγινώσκειν καὶ μὴ ἀρκεῖσθαι περινοοῦντα ὁλοσχερῶς μηδὲ τοῖς περιλαλοῦσι ταχέως συγκατατίθεσθαι· καὶ τὸ ἐντυχεῖν τοῖς Ἐπικτητείοις ὑπομνήμασιν, ὧν οἴκοθεν μετέδωκεν.
从鲁斯蒂库斯那里,我学到了:认识到自己的性格需要矫正和治疗;不被引入对诡辩的热中,不撰写关于理论问题的著作,不发表劝诫性的小篇演说,也不以炫耀的方式将自己展示为一个修练者或活动家;避开修辞学、诗歌和俏皮话;不在家穿着礼服走动,也不做此类事情;写信要朴实,就像他自己从西努埃萨写给我母亲的那封信一样;对于那些发怒和冒犯过的人,只要他们自己一表示愿意和好,就易于挽回和达成和解;仔细阅读,不满足于粗枝大叶的理解,也不轻易同意那些喋喋不休的人;得以阅读爱比克泰德的备忘录,那是他从自己的藏书里分享给我的。

词汇与语法注释

  1. 1.7.1μηδὲ τὸ συγγράφειν περὶ τῶν θεωρημάτων, ἢ προτρεπτικὰ λογάρια διαλέγεσθαι, ἢ φαντασιοπλήκτως τὸν ἀσκητικὸν ἢ τὸν ἐνεργητικὸν ἄνδρα ἐπιδείκνυσθαι — 否定词 μὴ 引入自 μὴ ἐκτραπῆναι,其效力通过 μηδέ 延伸至其后的所有不定式:συγγράφειν、διαλέγεσθαι 和 ἐπιδείκνυσθαι(由 ἢ... ἢ... 连接)。因此,它表示避免进行所有这些活动。
  2. 1.7.3περινοοῦντα — 现在分词 περινοοῦντα 为单数阳性宾格,与不定式 ἀρκεῖσθαι 的隐含主语(宾格的“我”)一致。与否定词 μὴ 结合,表示方式或条件:“不满足于仅在粗略理解的状态下”。
  3. 1.7.3ὧν οἴκοθεν μετέδωκεν — 关系代名词 ὧν(中性复数属格)与先行词 τοῖς Ἐπικτητείοις ὑπομνήμασιν 一致。在语法上,它作为动词 μετέδωκεν(分享)所支配的部分属格起作用(“分享了其中的一些”),或者也可以解释为关系代词受吸引(attractio relativi)现象,即关系代词被吸引至本应使用的属格或部分属格结构中。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §1.7.1-1.7.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:1.7.1-1.7.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。