Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §1.16.1-1.16.10

安敦尼的温和谦逊与务明治国

第 16 段,共 486 段 · 希腊语

内容简介

马可·奥勒留回忆了其养父安敦尼·毕尤在公私事务中极其温和、务实且毫无虚荣的优秀治国态度,以及他简谱自律的私人生活。

§1.16.1Παρὰ τοῦ πατρὸς τὸ ἥμερον καὶ μενετικὸν ἀσαλεύτως ἐπὶ τῶν ἐξητασμένως κριθέντων· καὶ τὸ ἀκενόδοξον περὶ τὰς δοκούσας τιμάς· καὶ τὸ φιλόπονον καὶ ἐνδελεχές· καὶ τὸ ἀκουστικὸν τῶν ἐχόντων τι κοινωφελὲς εἰσφέρειν· καὶ τὸ ἀπαρατρέπτως τοῦ κατ’ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ· καὶ τὸ ἔμπειρον ποῦ μὲν χρεία ἐντάσεως, ποῦ δὲ ἀνέσεως· §1.16.2καὶ τὸ παῦσαι τὰ περὶ τοὺς ἔρωτας τῶν· μειρακίων· καὶ ἡ κοινονοημοσύνη καὶ τὸ ἐφεῖσθαι τοῖς φίλοις μήτε συνδειπνεῖν αὐτῷ πάντως μήτε συναποδημεῖν ἐπάναγκες, ἀεὶ δὲ ὅμοιον αὐτὸν καταλαμβάνεσθαι ὑπὸ τῶν διὰ χρείας τινὰς ἀπολειφθέντων· καὶ τὸ ζητητικὸν ἀκριβῶς ἐν τοῖς συμβουλίοις καὶ ἐπίμονον, ἀλλ’ οὐ τὸ προαπέστη τῆς ἐρεύνης, ἀρκεσθεὶς ταῖς προχείροις φαντασίαις· καὶ τὸ διατηρητικὸν τῶν φίλων καὶ μηδαμοῦ ἁψίκορον μηδὲ ἐπιμανές· καὶ τὸ αὔταρκες ἐν παντὶ καὶ τὸ φαιδρόν· §1.16.3καὶ τὸ πόρρωθεν προνοητικὸν καὶ τῶν ἐλαχίστων προδιοικητικὸν ἀτραγῴδως· καὶ τὸ τὰς ἐπιβοήσεις καὶ πᾶσαν κολακείαν ἐπ’ αὐτοῦ συσταλῆναν καὶ τὸ φυλακτικὸν ἀεὶ τῶν ἀναγκαίων τῇ ἀρχῇ καὶ ταμιευτικὸν τῆς χορηγίας καὶ ὑπομενετικὸν τῆς ἐπὶ τῶν τοιούτων τινῶν καταιτιάσεως· καὶ τὸ μήτε περὶ θεοὺς δεισίδαιμον μήτε περὶ ἀνθρώπους δημοκοπικὸν ἢ ἀρεσκευτικὸν ἢ ὀχλοχαρές, ἀλλὰ νῆφον ἐν πᾶσι καὶ βέβαιον καὶ μηδαμοῦ ἀπειρόκαλον μηδὲ καινοτόμον· §1.16.4καὶ τὸ τοῖς εἰς εὐμάρειαν βίου φέρουσί τι, ὧν ἡ τύχη παρεῖχε δαψίλειαν, χρηστικὸν ἀτύφως ἅμα καὶ ἀπροφασίστως, ὥστε παρόντων μὲν ἀνεπιτηδεύτως ἅπτεσθαι, ἀπόντων δὲ μὴ δεῖσθαι· καὶ τὸ μηδὲ ἄν τινα εἰπεῖν μήτε ὅτι σοφιστὴς μήτε ὅτι οὐερνάκλος μήτε ὅτι σχολαστικός, ἀλλ’ ὅτι ἀνὴρ πέπειρος, τέλειος, ἀκολάκευτος, προεστάναι δυνάμενος καὶ τῶν ἑαυτοῦ καὶ ἄλλων.
从我父亲那里,我学到了温和,以及对经过仔细审视而做出的决定坚持不懈;对于虚荣和表面上的荣誉毫不介意;勤奋与坚持不懈;乐于倾听任何能提出对公共福利有益建议的人;不偏不倚地按功绩分配给每个人;以及深知何处该收紧缰绳,何处该放松;以及终止对少年的爱恋;顾及他人,允许朋友不必一定要与他共进晚餐,也不必非要与他同行,而那些因某些事务未能同行的人总是发现他对他们的态度始终如一;在会议中精确且持之以恒地探讨,而不是满足于表面的印象就中途放弃探究;维护友谊,既不轻易厌倦,也不过分溺爱;在万事中自足,且保持乐观;以及未雨绸缪的预见,对极微小的事物也毫无戏剧性张扬地预先安排;立刻平息对他的欢呼和一切奉承;始终维护帝国所需的物资,管理财政,并默默忍受因此类事情而受到的指责;既不迷信神明,也不对人进行煽动、迎合并取悦群众,而是在一切事上保持冷静、坚定,在任何情况下都不俗气或标新立异;以及对于那些有助于生活便利、命运又慷慨赐予他的东西,既不骄奢也不找借口地加以利用,以至于在拥有时自然享受,在缺乏时也不觉得需要;而且绝不会有人说他是一个诡辩家,或是一个家奴,或是一个书呆子,而会说他是一个成熟、完美、不受谄媚、能够领导自己和他人事务的人。
§1.16.5πρὸς τούτοις δὲ καὶ τὸ τιμητικὸν τῶν ἀληθῶς φιλοσοφούντων, τοῖς δὲ ἄλλοις οὐκ ἐξονειδιστικὸν οὐδὲ μὴν εὐπαράγωγον ὑπ’ αὐτῶν· ἔτι δὲ τὸ εὐόμιλον καὶ εὔχαρι οὐ κατακόρως· καὶ τὸ τοῦ ἰδίου σώματος ἐπιμελητικὸν ἐμμέτρως, οὔτε ὡς ἄν τις φιλόζωος οὔτε πρὸς καλλωπισμὸν οὔτε μὴν ὀλιγώρως, ἀλλ’ ὥστε διὰ τὴν ἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆς χρῄζειν ἢ φαρμάκων καὶ ἐπιθεμάτων ἐκτός· §1.16.6μάλιστα δὲ τὸ παραχωρητικὸν ἀβασκάνως τοῖς δύναμίν τινα κεκτημένοις, οἷον τὴν φραστικὴν ἢ τὴν ἐξ ἱστορίας νόμων ἢ ἐθῶν ἢ ἄλλων τινῶν πραγμάτων, καὶ συσπουδαστικὸν αὐτοῖς, ἵνα ἕκαστοι κατὰ τὰ ἴδια προτερήματα εὐδοκιμῶσι· πάντα δὲ κατὰ τὰ πάτρια πράσσων, οὐδὲ αὐτὸ τοῦτο ἐπιτηδεύων φαίνεσθαι, τὸ τὰ πάτρια φυλάσσειν.
此外,尊重那些真正奉行哲学的人,对其他人既不指责,也不容易被他们误导;以及温和且令人愉快的交往,但并不过分;适度地照料自己的身体,既不像一个贪生怕死的人,也不为了外表的装扮,但也不疏忽,而是通过自己的注意,极少需要医药或外敷药物;特别是毫无嫉妒地让位给那些在某些能力上(如雄辩术、法律或习俗的历史知识及其他事务)有专长的人,并协助他们,使每个人都能因自己的特长而获得名声;并且一切按照祖先的惯事行事,却甚至不表现出自己是在“维护祖先的惯事”。
§1.16.7ἔτι δὲ τὸ μὴ εὐμετακίνητον καὶ ῥιπταστικόν, ἀλλὰ καὶ τόποις καὶ πράγμασι τοῖς αὐτοῖς ἐνδιατριπτικόν· καὶ τὸ μετὰ τοὺς παροξυσμοὺς τῆς κεφαλαλγίας νεαρὸν εὐθὺς καὶ ἀκμαῖον πρὸς τὰ συνήθη ἔργα· καὶ τὸ μὴ εἶναι αὐτῷ πολλὰ τὰ ἀπόρρητα, ἀλλ’ ὀλίγιστα καὶ σπανιώτατα καὶ ταῦτα ὑπὲρ τῶν κοινῶν μόνων· καὶ τὸ ἔμφρον καὶ μεμετρημένον ἔν τε θεωριῶν ἐπιτελέσει καὶ ἔργων κατασκευαῖς καὶ διανομαῖς καὶ τοῖς τοιούτοις, ὅ ἐστιν ἀνθρώπου πρὸς αὐτὸ τὸ δέον πραχθῆναι δεδορκότος, οὐ πρὸς τὴν ἐπὶ τοῖς πραχθεῖσιν εὐδοξίαν.
此外,不易动摇和反复无常,而是长时间留在相同的地方和活动中;在头痛发作之后,能立刻恢复精神和活力投入日常工作;他的秘密不多,而是极少且罕见,且这些秘密仅关乎公共事务;在举办展览、建造工程、分配物资等事务中保持理智和适度,这是一个只关注该做之事本身、而不关注事后名声的人的特征。
§1.16.8οὐκ ἀωρὶ λούστης, οὐχὶ φιλοικοδόμος, οὐ περὶ τὰς ἐδωδὰς ἐπινοητής, οὐ περὶ ἐσθήτων ὑφὰς καὶ χρόας, οὐ περὶ σωμάτων ὥρας.
他不在不合时宜的时间沐浴,不热衷于建造房屋,不讲究食物,不讲究衣服的质地和颜色,也不讲究奴隶身体的美丽。
ἡ ἀπὸ Λωρίου στολὴ ἀνάγουσα ἀπὸ τῆς κάτω ἐπαύλεως· χιτὼν ἐν Λανουβίῳ τὰ πολλά· τῷ φελώνῃ ἐν Τούσκλοις παραιτουμένῳ ὡς ἐχρήσατο καὶ πᾶς ὁ τοιοῦτος τρόπος.
穿着从洛里乌姆送来的、来自下别墅的斗篷;在拉努维乌姆时大多穿内衣;在图斯库鲁姆时对请求宽恕的税关吏的态度,以及所有这一类的生活方式。
§1.16.9οὐδὲν ἀπηνὲς οὐδὲ μὴν ἀδυσώπητον οὐδὲ λάβρον οὐδὲ ὥστ’ ἄν τινα εἰπεῖν ποτε· ἕως ἱδρῶτος· ἀλλὰ πάντα διειλημμένα λελογίσθαι ὡς ἐπὶ σχολῆς, ἀταράχως, τεταγμένως, ἐρρωμένως, συμφώνως ἑαυτοῖς.
没有任何粗暴、冷酷、暴躁,或者会让人说出“直到流汗”之类的话;而是万事都条理分明,就像在闲暇时一样进行思考,从容不迫、井然有序、坚强有力、前后一致。
ἐφαρμόσειε δ’ ἂν αὐτῷ τὸ περὶ τοῦ Σωκράτους μνημονευόμενον, ὅτι καὶ ἀπέχεσθαι καὶ ἀπολαύειν ἐδύνατο τούτων, ὧν οἱ πολλοὶ πρός τε τὰς ἀποχὰς ἀσθενῶς καὶ πρὸς τὰς ἀπολαύσεις ἐνδοτικῶς ἔχουσι.
那关于苏格拉底的记载完全适用于他:对于那些大多数人因软弱而无法克制、或在享受时轻易屈服的事物,他既能克制,又能享受。
§1.16.10τὸ δὲ ἰσχύειν καὶ ἐγκαρτερεῖν καὶ ἐννήφειν ἑκατέρῳ ἀνδρός ἐστιν ἄρτιον καὶ ἀήττητον ψυχὴν ἔχοντος, οἷον ἐν τῇ νόσῳ τῇ Μαξίμου.
而在两方面都保持坚强、忍耐和冷静,是一个拥有完整且不可战胜的灵魂的人的特征,正如他在麦克西穆斯生病时所表现的那样。

词汇与语法注释

  1. §1.16.2τὸ προαπέστη τῆς ἐρεύνης — 这是一种极其罕见的句法结构,其中定冠词 `τὸ` 直接使直说语气不定过去时动词 `προαπέστη`(提前退缩)名词化。通常情况下,此处应使用不定式 `τὸ προαποστῆναι`,但这里使用直说语气是为了强调他“没有”在中途放弃探究这一客观事实。
  2. §1.16.4καὶ τὸ μηδὲ ἄν τινα εἰπεῖν — 在由定冠词 `τὸ` 引导的不定式从句中,表示潜在或可能性的助词 `ἄν` 修饰 `εἰπεῖν`(说),表达了一种虚拟或潜在的含义(“绝不会有人会说……”)。
  3. §1.16.8τῷ φελώνῃ ἐν Τούσκλοις παραιτουμένῳ ὡς ἐχρήσατο — 对于 `φελώνης` 一词有两种主要解释:一是拉丁语 `paenula`(旅行斗篷)的音译,二是希腊语 `τελώνης`(税吏或海关官员)的变体。若属前者,指他谢绝斗篷或对提供斗篷者的态度;若属后者,指他在图斯库鲁姆对请求宽恕的税关吏的宽大态度。结合其简朴与温和的上下文,后一种解释(税吏)在历史上更具说服力。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §1.16.1-1.16.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:1.16.1-1.16.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。