§1.15.1Παρὰ Μαξίμου τὸ κρατεῖν ἑαυτοῦ καὶ κατὰ μηδὲν περίφορον εἶναι· καὶ τὸ εὔθυμον ἔν τε ταῖς ἄλλαις περιστάσεσι καὶ ἐν ταῖς νόσοις· καὶ τὸ εὔκρατον τοῦ ἤθους καὶ μειλίχιον καὶ γεραρόν· καὶ τὸ οὐ σχετλίως κατεργαστικὸν τῶν προκειμένων· §1.15.2καὶ τὸ πάντας αὐτῷ πιστεύειν περὶ ὧν λέγοι ὅτι οὕτως φρονεῖ, καὶ περὶ ὧν πράττοι ὅτι οὐ κακῶς πράττει. καὶ τὸ ἀθαύμαστον καὶ ἀνέκπληκτον καὶ μηδαμοῦ ἐπειγόμενον ἢ ὀκνοῦν ἢ ἀμηχανοῦν ἢ κατηφὲς ἢ προσσεσηρός, ἢ πάλιν θυμούμενον ἢ ὑφορώμενον· §1.15.3καὶ τὸ εὐεργετικὸν καὶ τὸ συγγνωμονικὸν καὶ τὸ ἀψευδές· καὶ τὸ ἀδιαστρόφου μᾶλλον ἢ διορθουμένου φαντασίαν παρέχειν· καὶ ὅτι οὔτε ᾠήθη ἄν ποτέ τις ὑπερορᾶσθαι ὑπ’ αὐτοῦ οὔτε ὑπέμεινεν ἂν κρείττονα αὐτοῦ αὑτὸν ὑπολαβεῖν· καὶ τὸ εὐχαριεντίζεσθαι.
从麦克西穆斯那里,我学到了自制,不为任何事物所动摇;在其他逆境中以及在疾病中都保持乐观;性格温和与庄重兼备、调和得当;对于手头的工作毫不抱怨地予以完成;并且,所有人都相信他,确信他所说的是他的真实想法,他所做的事并无恶意;不惊不诧,在任何情况下都不急躁、不退缩、不无所适从、不沮丧、不作谄媚之笑,或另一方面不发怒、不猜忌;并且乐于助人、宽容、真诚无欺;表现出的是一个本性正直而非被矫正的人的形象;而且,绝不会有人认为自己被他轻视,也绝没有人敢于自认为比他更好;以及谈吐幽默、和蔼可亲。