Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §1.17.1-1.17.9

感念众神赐予的丰厚恩惠与良善亲友

第 17 段,共 486 段 · 希腊语

内容简介

马可·奥勒留对神明表达感激,谢其赐予他身边优秀的亲友、个人的自制力与好运,以及引导他过上顺应自然与哲学的生命之种种恩惠。

§1.17.1Παρὰ τῶν θεῶν τὸ ἀγαθοὺς πάππους, ἀγαθοὺς γονέας, ἀγαθὴν ἀδελφήν, ἀγαθοὺς διδασκάλους, ἀγαθοὺς οἰκείους, συγγενεῖς, φίλους σχεδὸν ἅπαντας ἔχειν·
从神明那里,我得到了好的祖父母、好的父母、好的姐姐、好的老师、好的家仆、亲戚和朋友,几乎所有人都是好的。
καὶ ὅτι περὶ οὐδένα αὐτῶν προέπεσον πλημμελῆσαί τι, καίτοι διάθεσιν ἔχων τοιαύτην, ἀφ’ ἧς, εἰ ἔτυχε, κἂν ἔπραξά τι τοιοῦτο· τῶν θεῶν δὲ εὐποιία τὸ μηδεμίαν συνδρομὴν πραγμάτων γενέσθαι, ἥτις ἔμελλέ με ἐλέγξειν.
并且,对于他们中的任何一个,我都没有做出冒犯的事,尽管我有着这样的性情,如果机会允许,我可能会做出此类事情;但由于神明的恩赐,没有发生任何可能让我暴露自身弱点的事态交织。
§1.17.2καὶ τὸ μὴ ἐπὶ πλέον τραφῆναι παρὰ τῇ παλλακῇ τοῦ πάππου καὶ τὸ τὴν ὥραν διασῶσαι καὶ τὸ μὴ πρὸ ὥρας ἀνδρωθῆναι, ἀλλ’ ἔτι καὶ ἐπιλαβεῖν τοῦ χρόνου.
而且我没有在祖父的爱妾那里被抚养太久;我保持了青春的纯洁;我没有过早地成为男人,而是甚至推迟了那个时期。
§1.17.3τὸ ἄρχοντι καὶ πατρὶ ὑποταχθῆναι, ὃς ἔμελλε πάντα τὸν τῦφον ἀφαιρήσειν μου καὶ εἰς ἔννοιαν ἄξειν τοῦ ὅτι δυνατόν ἐστιν ἐν αὐλῇ βιοῦντα μήτε δορυφορήσεων χρῄζειν μήτε ἐσθήτων σημειωδῶν μήτε λαμπάδων καὶ ἀνδριάντων τοιῶνδέ τινων καὶ τοῦ ὁμοίου κόμπου, ἀλλ̓ ἔξεστιν ἐγγυτάτω ἰδιώτου συστέλλειν ἑαυτὸν καὶ μὴ διὰ τοῦτο ταπεινότερον ἢ ῥᾳθυμότερον ἔχειν πρὸς τὰ ὑπὲρ τῶν κοινῶν ἡγεμονικῶς πραχθῆναι δέοντα.
我顺从于一位统治者和父亲,他能够消除我所有的虚荣,并使我认识到:生活在宫廷中,既不需要卫队,也不需要醒目的服饰,不需要火炬、雕像之类的事物及类似的虚饰,而是可以使自己尽可能地接近平民的生活,却并不因此在为了公共利益而必须以统治者姿态去行使的事情上显得更加卑下或懈怠。
§1.17.4τὸ ἀδελφοῦ τοιούτου τυχεῖν, δυναμένου μὲν διὰ ἤθους ἐπεγεῖραί με πρὸς ἐπιμέλειαν ἐμαυτοῦ, ἅμα δὲ καὶ τιμῇ καὶ στοργῇ εὐφραίνοντός με· τὸ παιδία μοι ἀφυῆ μὴ γενέσθαι μηδὲ κατὰ τὸ σωμάτιον διάστροφα. τὸ μὴ ἐπὶ πλέον με προκόψαι ἐν ῥητορικῇ καὶ ποιητικῇ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἐν οἷς ἴσως ἂν κατεσχέθην, εἰ ᾐσθόμην ἐμαυτὸν εὐόδως προιόντα.
我遇到了这样一位兄弟,他能够以其品格激发我照料自己,同时又以敬意和关爱令我喜悦;我的孩子们没有天生愚笨或身体畸形;我没有在修辞学、诗歌和其他学业中取得更深造诣,如果我当时觉得自己在这些方面进展顺利,我可能就会完全沉溺其中了。
§1.17.5τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματι καταστῆσαι, οὗ δὴ ἐδόκουν μοι ἐπιθυμεῖν, καὶ μὴ ἀναβαλέσθαι ἐλπίδι τοῦ με, ἐπεὶ νέοι ἔτι ἦσαν, ὕστερον αὐτὸ πράξειν. τὸ γνῶναι Ἀπολλώνιον, Ῥούστικον, Μάξιμον.
我尽早地将我的导师们安插在他们似乎渴望的荣誉职位上,而没有因为他们还年轻就以以后再做的希望来推延;我得以结识阿波罗尼乌斯、鲁斯蒂库斯、麦克西穆斯。
§1.17.6τὸ φαντασθῆναι περὶ τοῦ κατὰ φύσιν βίου ἐναργῶς καὶ πολλάκις οἷός τίς ἐστιν, ὥστε, ὅσον ἐπὶ τοῖς θεοῖς καὶ ταῖς ἐκεῖθεν διαδόσεσι καὶ συλλήψεσι καὶ ἐπιπνοίαις, μηδὲν κωλύειν ἤδη κατὰ φύσιν ζῆν με, ἀπολείπεσθαι δὲ ἔτι τούτου παρὰ τὴν ἐμὴν αἰτίαν καὶ παρὰ τὸ μὴ διατηρεῖν τὰς ἐκ τῶν θεῶν ὑπομνήσεις καὶ μονονουχὶ διδασκαλίας· §1.17.7τὸ ἀντισχεῖν μοι τὸ σῶμα ἐπὶ τοσοῦτον ἐν τοιούτῳ βίῳ· τὸ μήτε Βενεδίκτης ἅψασθαι μήτε Θεοδότου, ἀλλὰ καὶ ὕστερον ἐν ἐρωτικοῖς πάθεσι γενόμενον ὑγιᾶναι· τὸ χαλεπήναντα πολλάκις Ῥουστίκῳ μηδὲν πλέον πρᾶξαι, ἐφ’ ᾧ ἂν μετέγνων· τὸ μέλλουσαν νέαν τελευτᾶν τὴν τεκοῦσαν ὅμως οἰκῆσαι μετ’ ἐμοῦ τὰ τελευταῖα ἔτη.
我对顺应自然的生命是怎样的,有了清晰且频繁的想象,以至于就神明及其所赐予的、协助和灵感而言,没有什么能阻碍我如今就过上顺应自然的生活,而我依然未能达到这一点,完全是我自己的责任,是因为我没有遵守来自神明的提醒、甚至是近乎教诲的指示;我的身体在这样的生活中坚持了这么久;我既没有染指贝内迪克塔也没有染指狄奥多图斯,而且后来即使陷入情欲的折磨中也得以痊愈;尽管我经常对鲁斯蒂库斯动怒,但我从未做出令自己后悔的过分之事;我的母亲虽然注定年轻夭折,但她最后的几年依然与我共同度过。
§1.17.8τὸ ὁσάκις ἐβουλήθην ἐπικουρῆσαί τινι πενομένῳ ἢ εἰς ἄλλο τι χρῄζοντι, μηδέποτε ἀκοῦσαί με, ὅτι οὐκ ἔστι μοι χρήματα, ὅθεν γένηται, καὶ τὸ αὐτῷ ἐμοὶ χρείαν ὁμοίαν, ὡς παρ’ ἑτέρου μεταλαβεῖν, μὴ συμπεσεῖν· τὸ τὴν γυναῖκα τοιαύτην εἶναι, οὑτωσὶ μὲν πειθήνιον, οὕτω δὲ φιλόστοργον, οὕτω δὲ ἀφελῆ· τὸ ἐπιτηδείων τροφέων εἰς τὰ παιδία εὐπορῆσαι.
每当我想要帮助一个穷人或在其他方面有需要的人时,我从未听说我没有钱去实行它;而且我自己也从未陷入需要向他人接受施舍的类似困境;我的妻子是这样一个人,如此顺从、如此深情、如此朴实;我为孩子们找到了充足且合适的导师。
§1.17.9τὸ δι’ ὀνειράτων βοηθήματα δοθῆναι ἄλλα τε καὶ ὡς μὴ πτύειν αἷμα καὶ μὴ ἰλιγγιᾶν, καὶ τούτου ἐν Καιήτῃ ὥσπερ χρήσῃ· τὸ ὅπως ἐπεθύμησα φιλοσοφίας, μὴ ἐμπεσεῖν εἴς τινα σοφιστὴν μηδὲ ἀποκαθίσαι ἐπὶ τὸ συγγράφειν ἢ συλλογισμοὺς ἀναλύειν ἢ περὶ τὰ μετεωρολογικὰ καταγίνεσθαι.
通过梦境,我得到了各种救治手段,特别是针对吐血和眩晕的治疗,就像在凯埃塔所获得的神谕般的使用法一样;当我渴望哲学时,我没有落入任何诡辩家之手,也没有坐下来著书立说或分析三段论,或沉溺于天象学的研究。
πάντα γὰρ ταῦτα ʽθεῶν βοηθῶν καὶ τύχης δεῖται.
因为所有这些“都需要神明的帮助和命运”。
ʼ Τὰ ἐν Κουάδοις πρὸς τῷ Γρανούᾳ.
在夸迪人之地,格兰乌阿斯河畔。

词汇与语法注释

  1. 1.17.1καίτοι διάθεσιν ἔχων τοιαύτην, ἀφ’ ἧς, εἰ ἔτυχε, κἂν ἔπραξά τι τοιοῦτο — 分词 ἔχων 表示让步(“尽管拥有”),而关系从句中的 κἂν ἔπραξα(καὶ ἄν + 过去直陈式)与条件从句 εἰ ἔτυχε(“如果碰巧发生”或“如果有机会”)共同构成了过去反事实条件句(“我本会做出此类事”)。
  2. 1.17.4εἰ ᾐσθόμην ἐμαυτοῦ εὐόδως προιόντα — 感知动词 αἰσθάνομαι(此处为 ᾐσθόμην)后接属格代词(ἐμαυτοῦ)和分词(προιόντα,与主语一致),表示“察觉到自己正在进步”。整个从句作为过去反事实条件句的条件从句(εἰ + 直陈式过去未完成时)。
  3. 1.17.5τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματι καταστῆσαι — 动词 φθάνω 意为“抢先、提前”。此处名词化不定式 τὸ φθάσαι 结合随后的不定式 καταστῆσαι(“安置”),表示“提前将他们安置(于特定职位)”的复合行为。
  4. 1.17.6ὅσον ἐπὶ τοῖς θεοῖς — 介词短语 ὅσον ἐπὶ + 与格 是一个惯用表达,意为“就……而言”或“在……的限度内”,强调在神明那一边没有任何阻碍作者顺应自然生活的因素。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §1.17.1-1.17.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:1.17.1-1.17.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。