§6Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας.
鲁弗斯辑,引自爱比克泰德《论友谊》。
ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.
然而,将冲动与契合且有益之物的表象联结并协调起来,这比什么都更是自然的工作。
§7τοῦ αὐτοῦ.
同上。
τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων.
但认为如果我们不以各种方式伤害首先遇到的敌人,我们就会被他人瞧不起,这是极其卑劣和愚蠢之人的特征。
φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.
因为我们说,易受蔑视之人固然因无法伤害他人而被理解,但更因无法造福他人而被理解。
§8Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας.
鲁弗斯辑,引自爱比克泰德《论友谊》。
ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ Δίʼ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει·
宇宙的本性过去是、现在是、将来也是如此,而且发生的事物不可能以不同于现状的方式发生;不仅人类和地上的其他动物参与了这种流转与变化,而且神圣的事物,甚至以宙斯的名义,连那四种元素本身也在上下流转和变化,土变成水,水变成空气,空气又变回以太,而这种变化的路径同样也是自上而下的。
καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον.
如果有人试图将心智偏向这些事,并说服自己甘愿接受不可避免的事物,他将以极其克制和和谐的方式度过一生。
§10ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν
ἄνθρωπε, ποῦ βάλλεις;
关于没有行动、仅止于言语。 朋友,你往哪里倒呢?
σκέψαι, εἰ κεκάθαρται τὸ ἀγγεῖον.
想想器皿是否已经洗净。
ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλῃς, ἀπώλετο· ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον.
因为如果你把这些倒进自满之中,它们就毁了;如果它们腐烂,就会变成尿或醋,或者比这些更糟的东西。
κυνικώτερον
ἀνέχου
et
ἀπέχου.
以更犬儒的方式:忍耐 et(以及)克制。
§11ἐκ τῶν Ἀρριανοῦ προτρεπτικῶν ὁμιλιῶν.
引自阿利安《劝勉性谈话》。
ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου μεταπεμπομένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι
Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν.
然而,当阿基劳斯派人召见苏格拉底,意图使他富有之时,苏格拉底却让使者转告他:“在雅典,一奥博尔能买到四科尼克斯的大麦粉,而且泉水奔流不息。
εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλʼ ἐγὼ τούτοις ἱκανὸς καὶ οὕτω κἀκεῖνα ἐμοί.
因为即使现有的东西对我来说不够,但我对这些东西来说已经足够了,因此那些东西对我而言也是足够的。
ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρίνετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν;
难道你没有看到,波洛斯扮演僭主俄狄浦斯时,声音并不比扮演科罗诺斯的流浪者和乞丐时更优美、更悦耳吗?
εἶτα χείρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται, ὡς μὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιμονίου πρόσωπον ὑποκρίνασθαι καλῶς;
难道高尚之人在扮演神明所赋予的任何角色时,会显得比波洛斯更差,以至于不能演好吗?
οὐδὲ τὸν Ὀδυσσέα μιμήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν μεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ;
难道他不会效法奥德修斯吗? 奥德修斯即使身穿破烂衣衫,其杰出之处也绝不亚于身穿蓬松的紫色斗篷之时。
§12Ἀρριανοῦ.
” 阿利安之作。
Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι.
有些人宽宏大量,温和、安静、仿佛毫无怒气地做着那些被狂怒所驱使之人所做的一切。
φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι.
因此,也必须警惕这些人的盲点,因为这比激烈地发怒要糟糕得多。
οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες.
因为后者很快就会在惩罚中感到厌倦,而前者则会拉得很长,就像发着微热的人一样。
§13ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
引自《爱比克泰德回忆录》。
ἀλλʼ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους.
“但是我看到,”有人说,“那些优秀善良的人在饥寒交迫中死去。
— τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους;
”——难道你没有看到那些不优秀、不善良的人在奢侈、虚荣和低级趣味中消亡吗?
— ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι.
——“但是,接受别人的养活是可耻的。
— καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος;
”——可怜的人啊,除了宇宙本身,还有谁是靠自己养活自己的?
ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν.
无论如何,那些因为恶人没有受到惩罚、因为他们强大且富有而指责神圣摄理的人,其所作所为,就像是针对那些失去双眼的人说,因为他们的指甲是健康的,所以他们没有受到惩罚一样。
ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν † κακίας ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.
因为我主张,美德与邪恶的区别,远远大于眼睛与指甲的区别。