Humanitext Reader

爱比克泰德 · 残篇集 §14-21

享乐主义的驳斥与阿格里皮努斯的泰然

第 3 段,共 4 段 · 希腊语

内容简介

爱比克泰德论证了不应将快感视为生命的目的,并指出了妇女们对柏拉图《国家篇》的误解。他强调应当培养灵魂的德性而非被外在事物迷惑,并通过阿格里皮努斯泰然接受逆境及流放命令的轶事来加以阐明。

§14ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
引自《爱比克泰德回忆录》。
τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγοντες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλʼ ἐπιγίγνεσθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ.
如果我们把那些严苛的哲学家们召集到中间来,他们认为快感并不顺乎自然,而是附随于顺乎自然的事物——即正义、节制和自由。
τί ποτʼ οὖν ἡ ψυχὴ ἐπὶ μὲν τοῖς τοῦ σώματος ἀγαθοῖς μικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς μεγίστοις οὖσιν οὐχ ἥδεται;
那么,为什么当面对身体的那些较小的善好时,灵魂会如伊壁鸠鲁所说的那样感到快乐与宁静,而在面对自身那些最大的善好时,却不感到愉悦呢?
καίτοι καὶ δέδωκέ μοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν.
然而,自然赋予了我羞耻心,当我意识到自己在说些可耻的话时,我便会极其面红耳赤。
τοῦτό με τὸ κίνημα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου.
这种心灵的动向不容许我将快感确立为善好和生命的目的。
§15ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
引自《爱比克泰德回忆录》。
ἐν Ῥώμῃ αἱ γυναῖκες μετὰ χεῖρας ἔχουσι τὴν Πλάτωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ εἶναι τὰς γυναῖκας.
在罗马,妇女们手里拿着柏拉图的《国家篇》,因为他主张妇女公有。
τοῖς γὰρ ῥήμασι προσέχουσι τὸν νοῦν, οὐ τῇ διανοίᾳ τἀνδρός, ὅτι οὐ γαμεῖν κελεύων καὶ συνοικεῖν ἕνα μιᾷ εἶτα κοινὰς εἶναι βούλεται τὰς γυναῖκας, ἀλλʼ ἐξαιρῶν τὸν τοιοῦτον γάμον καὶ ἄλλο τι εἶδος γάμου εἰσφέρων.
因为她们只关注言辞,而不关注作者的本意:他并非在命令一男一女结婚同居的同时又希望妇女公有,而是通过废除这种婚姻并引入另一种形式的婚姻。
καὶ τὸ ὅλον οἱ ἄνθρωποι χαίρουσιν ἀπολογίας τοῖς ἑαυτῶν ἁμαρτήμασι πορίζοντες· ἐπεί τοι φιλοσοφία φησίν, ὅτι οὐδὲ τὸν δάκτυλον ἐκτείνειν εἰκῇ προσήκει.
大体上,人们乐于为自己的过错寻找辩解;要知道,哲学甚至说,即使是随意伸出手指也是不合宜的。
§16ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
引自《爱比克泰德回忆录》。
εἰδέναι χρή, ὅτι οὐ ῥᾴδιον δόγμα παραγενέσθαι ἀνθρώπῳ, εἰ μὴ καθʼ ἑκάστην ἡμέραν τὰ αὐτὰ καὶ λέγοι τις καὶ ἀκούοι καὶ ἅμα χρῷτο πρὸς τὸν βίον.
应当知道,一个人要获得一种信念并不容易,除非他每天都在说、在听同样的话,并同时将其付诸生活。
§17Ἐπικτήτου.
爱比克泰德之作。
εἰς συμπόσιον μὲν οὖν παρακληθέντες τῷ παρόντι χρώμεθα· εἰ δέ τις κελεύοι τὸν ὑποδεχόμενον ἰχθῦς αὐτῷ παρατιθέναι ἢ πλακοῦντας, ἄτοπος ἂν δόξειεν.
当我们受邀参加宴会时,我们享用眼前现有的东西;但如果有人命令主人为他呈上鱼或糕点,他就会显得荒谬。
ἐν δὲ τῷ κόσμῳ αἰτοῦμεν τοὺς θεούς, ἃ μὴ διδόασι, καὶ ταῦτα πολλῶν ὄντων, ἅ γε ἡμῖν δεδώκασι.
然而在宇宙中,我们却向神求取他们没有赐予的东西,而且是在他们已经赐予了我们许多东西的情况下。
§18τοῦ αὐτοῦ.
同上。
χαρίεντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφʼ ἡμῖν.
他说,那些因不取决于我们的事物而自命不凡的人真是滑稽。
ἐγώ, φησί, κρείττων εἰμί σου· ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνῃ.
“我,”有人说,“比你优越;因为我拥有许多田产,而你却在饥饿中苟延残喘。
ἄλλος λέγει ἐγὼ ὑπατικός εἰμι.
” 另一个人说:“我是前执政官。
ἄλλος ἐγὼ ἐπίτροπος·
” 另一个人说:“我是代理官。
ἄλλος ἐγὼ οὔλας τρίχας ἔχω.
” 另一个人说:“我有一头卷发。
ἵππος δʼ ἵππῳ οὐ λέγει ὅτι κρείττων εἰμί σου· πολὺν γὰρ κέκτημαι χιλὸν καὶ κριθὰς πολλὰς καὶ χαλινοί μοί εἰσι χρυσοῖ καὶ ἐφίππια ποικίλα, ἀλλʼ ὅτι ὠκύτερός σου εἰμί.
” 但马不会对另一匹马说:“我比你优越;因为我拥有许多饲料和许多大麦,并且我有黄金的缰绳和五彩的鞍鞯。 ” 而是说:“我比你跑得快。
καὶ πᾶν ζῷον κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας.
” 任何生物都是因其自身的德性与邪恶而变得更优或更劣。
ἆρʼ οὖν ἀνθρώπου μόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τρίχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους;
难道唯独人类没有德性,以至于我们必须去看头发、衣服和祖辈吗?
§19τῷ μὲν ἰατρῷ μηδὲν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ· πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ σωφρονήσειν, εἰ μηδὲν λέγοι πρὸς αὐτὸν τῶν χρησίμων;
当医生不给任何建议时,病人会感到不悦,并认为自己已被医生放弃;那么对于哲学家,如果他不对自己说任何有益的话,人为什么不会也抱有同样的态度,以至于认为自己被哲学家放弃了呢?
§20τοῦ αὐτοῦ.
同上。
οἱ τὸ σῶμα εὖ διακείμενοι καὶ καύματα καὶ ψύχη ὑπομένουσιν· οὕτω δὲ καὶ οἱ τὴν ψυχὴν καλῶς διακείμενοι καὶ ὀργὴν καὶ λύπην καὶ περιχάρειαν καὶ τὰ ἄλλα πάθη φέρουσιν.
身体状况良好的人能忍受酷暑与严寒;同样,灵魂状况良好的人也能承受愤怒、悲伤、狂喜以及其他各种情念。
§21Ἐπικτήτου.
爱比克泰德之作。
διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλʼ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία.
因此,赞美阿格里皮努斯是公允的,因为他虽成为极有价值的人,却从未赞美过自己,甚至别人赞美他时,他也会面红耳赤。
οὗ τος δʼ, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φεύγοι, φυγῆς.
他说,此人性格如此,以至于对于每次发生在自己身上的不顺心之事,他都会写一篇赞美诗:若发烧,则赞美发烧;若名誉扫地,则赞美名誉扫地;若被流放,则赞美流放。
καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς οὐκοῦν, εἶπεν, ἐν Ἀρικίᾳ ἀριστήσομεν.
他说,有一次,在他正准备吃早饭时,一个人站在他面前说,尼禄命令他流放,而他回答道:“既然如此,那我们就在阿里基亚吃早饭吧。 ”

词汇与语法注释

  1. §14τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγοντες — 在语法上,句首的分词 `ἄγοντες`(主格复数)在主句中缺少对应的限定动词,构成了破格(anacoluthon)。此处被理解为表示条件的状语分词,意为“如果我们引出……”。
  2. §14δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ — 这些与格名词与前文的 `τοῖς κατὰ φύσιν`(顺乎自然的事物)处于同格关系,具体指明了顺乎自然的美德表现(正义、节制、自由)。
  3. §15ὅτι οὐ γαμεῖν κελεύων ... βούλεται — 否定词 `οὐ` 并非仅否定分词 `κελεύων` 本身,而是否定了其后的整个逻辑(在命令一男一女结婚同居的同时又要求公有),并与后面由 `ἀλλά` 引导的从句(废除传统的婚姻形式并引入另一种形式)形成对比。
  4. §18τοῖς οὐκ ἐφʼ ἡμῖν — 介词短语 `ἐφʼ ἡμῖν`(取决于我们)带有否定词 `οὐκ`,指代“不取决于我们的事物(外在事物)”,这是斯多亚学派哲学的核心划分。
  5. §19ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ σωφρονήσειν — 这是接在结果连词 `ὥστε` 后的嵌套结构。代格不定式结构 `ἀπεγνῶσθαι σωφρονήσειν`(自己变得明智这件事已被放弃)作为 `οἰηθῆναι`(认为)的宾语,其中将来时不定式 `σωφρονήσειν` 表达了将来变得明智的前景。
  6. §21τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον — 属格短语 `τοῦ... δυσκόλου`(发生在自己身上的困难之事)修饰名词 `ἔπαινον`(赞美),作为宾格性属格,意为“对困难之事的赞美”。

引用这一段

爱比克泰德, 残篇集 §14-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0557.tlg003.humanitext-grc2:14-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。