- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg003.humanitext-grc2:6-13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
エピクテトス(ルーフスおよびアリアノス編)の断片集であり、適切な表象に衝動を調和させることの重要性、不当な不満の愚かさ、ソクラテス等の逸話を通じた外的境遇への不執着、そして世界の不変の自然と摂理への信頼が説かれる。
Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας. ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.
ルーフス編、エピクテトスによる『友情について』より。 しかし何よりもまず、衝動を適切なものと有益なものの表象と結びつけ、調和させることが、自然の働きである。
τοῦ αὐτοῦ. τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων.1 φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.
同じ著者のもの。 もし我々が最初の敵をあらゆる方法で傷つけなければ、他者から見下される存在になるだろうと考えるのは、極めて卑劣で愚かな人々の特徴である。なぜなら、見下されやすい人とは、他者を害することが不可能であることによって理解されると言われるが、しかしそれよりもはるかに、他者を益することが不可能であることによって理解されるからである。
Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας. ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ Δίʼ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει· καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον.
ルーフス編、エピクテトスによる『友情について』より。 宇宙の自然(本性)はそのようなものであり、これまでもそうであったし、今もそうであり、これからもそうであること。そして、起こる事柄が、現在あるのとは異なる仕方で起こることは不可能であること。また、この転変と変化には人間や地上の他の動物たちだけでなく、神的なもの、さらにはゼウスにかけて、あの四元素そのものさえもあずかっており、上下に転転し変化し、地は水となり、水は空気となり、空気はさらにアイテールへと変化し、変化の同じ経路が上から下へもあること。もし誰かがこれらのことに心を向け、不可避な事柄を自発的に受け入れるよう自分を納得させようと試みるならば、極めて節度をもって、また調和を保って、生涯を送り届けるであろう。
ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν ἄνθρωπε, ποῦ βάλλεις; σκέψαι, εἰ κεκάθαρται τὸ ἀγγεῖον. ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλῃς, ἀπώλετο·2 ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον. κυνικώτερον ἀνέχου et ἀπέχου.
実行を伴わず、言葉だけに留まることについて。 友よ、君はどこに注ぎ込んでいるのか。器が清められているかどうか、よく考えよ。もし君がこれらを思い上がりの中に注ぎ込むなら、それらは台無しになる。もし腐ってしまえば、小便か酢か、あるいはそれよりも悪い何かに変わってしまう。 より犬儒派(キュニコス派)的に。 耐えよet(および)断て。
ἐκ τῶν Ἀρριανοῦ προτρεπτικῶν ὁμιλιῶν. ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου μεταπεμπομένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν. εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλʼ ἐγὼ τούτοις ἱκανὸς3 καὶ οὕτω κἀκεῖνα ἐμοί. ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρίνετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν; εἶτα χείρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται, ὡς μὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιμονίου πρόσωπον ὑποκρίνασθαι καλῶς; οὐδὲ τὸν Ὀδυσσέα μιμήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν μεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ;
アリアノスの『勧告的講話』より。 しかし、アルケラオスがソクラテスを富裕にしてやろうとして彼を招き寄せたとき、ソクラテスは使者にこう伝えるように命じた。「アテナイでは大麦粉四コイニクスが一オボロスで買え、水の湧き出る泉が流れている。なぜなら、仮に私にとって現在の持ち物が十分でないとしても、私はそれらで十分であり、したがってそれらもまた私にとって十分だからである。それとも君には見えないのか。ポロスが、僭主オイディプスを演じる際にも、コロノスの放浪者にして物乞いを演じる際にも、劣らず美声で、また劣らず心地よく演じていたことが。それなのに、気高き人がポロスよりも劣っているように見えるなどということがあろうか、神から与えられたいかなる役割をも見事に演じきることができないほどに?あるいは、ぼろをまとっていても、縮れた紫の外套をまとっているときと少しも変わらずに傑出していたオデュッセウスを模範としないのだろうか。」
Ἀρριανοῦ. Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες.
アリアノスのもの。 ある人々は寛大であり、激しい怒りに駆られている人々が行うようなことを、穏やかに、静かに、そしていわば怒りを感じずに実行する。それゆえ、彼らの不注意をも警戒しなければならない。それは、激昂して怒ることよりもはるかに悪いものだからである。なぜなら、前者は報復にすぐに満足するが、後者は微熱が続くかのように長く引きずるからである。
ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. ἀλλʼ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους. — τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; — ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι. — καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν † κακίας ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.
エピクテトスの『回想録』より。 「しかし、優れた人々が飢えや寒さで滅んでいくのを目にします」とある人が言う。— では、優れてもおらず善くもない人々が、贅沢や思い上がり、無教養によって滅んでいくのは見えないのか。— 「しかし、他人に養われることは恥ずべきことです。」— おお、不運な者よ、宇宙以外のいったい誰が、自分自身によって養われているというのか。とにかく、悪人が罰を受けず、強く裕福であると言って摂理を非難する者は、あたかも両目を失った人々について、爪が健全であるからといって彼らは罰を受けていないと言うのと同じようなことをしているのである。なぜなら、徳が悪徳と異なる度合いのほうが、目が爪と異なる度合いよりもはるかに大きいと私は主張するからである。
- 7σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων
この属格は、主語である不定詞句「τὸ δὲ οἴεσθαι...」に対する述語として機能し、「〜の特徴である」「〜にふさわしい」という性質・所有の属格である。
- 10ἀπώλετο
条件節 「ἂν ... βάλῃς」(将来予想・一般仮定)の帰結節に置かれたアオリスト直説法で、結果の即時性と確実性を強調する「無時間的アオリスト(gnomic aorist)」あるいは「劇的アオリスト」の用法である。
- 11εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλʼ ἐγὼ τούτοις ἱκανὸς
形容詞「ἱκανός」の多義性(主語に対して「十分な」と、与格を伴って「〜に適した、満足できる」)を利用した言葉遊び(対比)。前半の「ἱκανὰ τὰ ὄντα ἐμοί」は「現在の持ち物が私にとって十分でない」、後半の「ἐγὼ τούτοις ἱκανὸς」は「私がこれら(現在の持ち物)に満足している(それらに対して適っている)」の意。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
