§1## Ἀρριανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας
τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων ἢ ἐξ ἀμερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα;
## 阿利安《爱比克泰德论说录》:针对论实体者。 “万物是由原子构成,还是由不可分者构成,抑或由火与土构成,与我何干?
οὐ γὰρ ἀρκεῖ μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δʼ ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ μάλιστα θείη τις εἶναι καταληπτά, ἀλλʼ οὖν τί ὄφελος καταληφθέντων;
”他说道,“难道学得善恶的本质,掌握欲望与规避、乃至冲动与排斥的尺度,并将这些作为准则来管理生活,同时对我们之上的那些事物放手,不就足够了吗? 那些事物或许对人类心智而言是不可理解的,即便有人极力假设它们是可以理解的,那么理解了它们又有什么用处呢?
οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας;
难道不该说,那些将这些事物作为哲学论证之必需而强加的人,是在徒劳地自寻烦恼吗?
— μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγγελμα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν;
” ——那么,德尔斐的箴言“认识你自己”难道也是多余的吗?
— τοῦτο δὲ μὲν οὔ, φησί.
——“这倒不是,”他说道。
— τίς οὖν ἡ δύναμις αὐτοῦ;
——那么,它的力量是什么?
εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας;
如果有人告诫一个舞者去认识他自己,他难道不会通过关注他的同舞者以及与他们的和谐一致,来听从这一指令吗?
— φησίν.
——他说道(是的)。
— εἰ δὲ ναύτῃ;
——如果是对水手呢?
εἰ δὲ στρατιώτῃ;
如果是对士兵呢?
πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφʼ αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν;
那么,你认为人是被造成一个独立的动物,还是为了共同体而生的?
— πρὸς κοινωνίαν.
——为了共同体。
— ὑπὸ τίνος;
——被谁所造?
— ὑπὸ τῆς φύσεως.
——被自然。
— τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ μή, ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγμονεῖν;
——但这自然是什么,它是如何支配万物的,以及它是否存在,这些难道不再需要去探究了吗?
§2Ἀρριανοῦ Ἐπικτητείου.
阿利安《爱比克泰德论说录》。
ὁ τοῖς παροῦσι καὶ δεδομένοις ὑπὸ τῆς τύχης δυσχεραίνων ἰδιώτης ἐν βίῳ, ὁ δὲ ταῦτα γενναίως φέρων καὶ εὐλογίστω † τὰ ἀπʼ αὐτῶν † ἀνὴρ ἀγαθὸς ἄξιος νομίζεσθαι.
对命运所给予的现状感到不满的人,是生活中的门外汉;而高尚且理性地承受这些的人,则值得被视为好人。
§3τοῦ αὐτοῦ.
同上。
πάντα ὑπακούει τῷ κόσμῳ καὶ ὑπηρετεῖ καὶ γῆ καὶ θάλασσα καὶ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ τὰ γῆς φυτὰ καὶ ζῷα·
万物都服从并侍奉宇宙——大地、海洋、太阳、其他星辰,以及地上的植物与动物。
ὑπακούει δὲ αὐτῷ καὶ τὸ ἡμέτερον σῶμα καὶ νοσοῦν καὶ ὑγιαῖνον, ὅταν ἐκεῖνος θέλῃ, καὶ νεάζον καὶ γηρῶν καὶ τὰς ἄλλας διερχόμενον μεταβολάς.
我们的身体也同样服从它,无论生病还是健康,只要宇宙意欲如此,无论年轻还是衰老,以及经历其他变化时皆然。
οὐκοῦν εὔλογον καί, ὃ ἐφʼ ἡμῖν ἐστι, τουτέστι τὴν κρίσιν, μὴ ἀντιτείνειν μόνην πρὸς αὐτόν·
因此,理所当然,唯独我们掌控之物——即我们的判断——不该抗拒它。
καὶ γὰρ ἰσχυρός ἐστι καὶ κρείσσων καὶ ἄμεινον ὑπὲρ ἡμῶν βεβούλευται μετὰ τῶν ὅλων καὶ ἡμᾶς συνδιοικῶν.
因为宇宙是强大且优越的,它在协同支配我们的同时,已与万物一起为我们作了更好的筹划。
πρὸς δὲ τούτοις καὶ ἡ ἀντίπραξις μετὰ τοῦ ἀλόγου καὶ πλέον οὐδὲν ποιοῦσα πλὴν τὸ διακενῆς σπᾶσθαι καὶ περιπίπτειν ὀδύναις καὶ λύπαις ποιεῖ.
此外,违背理性的抗拒除了让人徒劳地挣扎并陷入痛苦与悲哀之外,毫无建树。
§4Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας.
鲁弗斯辑,引自爱比克泰德《论友谊》。
τῶν ὄντων τὰ μὲν ἐφʼ ἡμῖν ἔθετο ὁ θεός, τὰ δʼ οὐκ ἐφʼ ἡμῖν.
在存在的事物中,神将一些置于我们的掌控之中,而将另一些置于我们的掌控之外。
ἐφʼ ἡμῖν μὲν τὸ κάλλιστον καὶ σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστί, τὴν χρῆσιν τῶν φαντασιῶν.
在我们的掌控之中,他置入了最美丽、最优秀的东西,神自己也因之而幸福,即“表象的运用”。
τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή.
因为这若行之得当,便是自由、顺遂、开朗与稳固,这也就是正义、法律、节制以及一切美德。
τὰ δʼ ἄλλα πάντα οὐκ ἐφʼ ἡμῖν ἐποιήσατο.
而神将所有其他事物置于我们的掌控之外。
οὐκοῦν καὶ ἡμᾶς συμψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγματα τῶν μὲν ἐφʼ ἡμῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφʼ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ καί, εἴτε τῶν παίδων δέοιτο εἴτε τῆς πατρίδος εἴτε τοῦ σώματος εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν.
因此,我们也应当与神心意一致,并以此方式区分事物,对属于我们掌控之物竭力追求,而将不属于我们掌控之物托付给宇宙,无论它需要我们的孩子、祖国、身体还是其他任何东西,都乐意让步。
§5Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας.
鲁弗斯辑,引自爱比克泰德《论友谊》。
τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει;
拉刻代蒙人莱库古的所作所为,我们谁不赞叹呢?
πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου, ἵνα τιμωρήσαιτο, ὅπως ἂν αὐτὸς βούληται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον.
他被一位公民弄瞎了一只眼睛,并从民众那里接收了那个年轻人,以便由他随意惩罚,但他没有这样做,反而教育他,把他塑造成一个优秀的人,然后带他去剧场。
θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων
τοῦτον μέντοι λαβών,
ἔφη,
παρʼ ὑμῶν ὑβριστὴν καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.
在拉刻代蒙人惊叹之际,他说: “我从你们那里接过来时,这人是个傲慢暴戾之徒;现在还给你们的,却是个温和且热心公益的公民。 ”