§22ὁ Ἀγριππῖνος ἡγεμονεύων ἐπειρᾶτο τοὺς καταδικαζομένους ὑπʼ αὐτοῦ πείθειν, ὅτι προσήκει αὐτοῖς καταδικασθῆναι.
阿格里皮努斯在担任总督时,试图说服那些被他判罪的人,让他们相信自己被判罪是合宜的。
οὐ γὰρ ὡς πολέμιος αὐτοῖς, ἔφη, οὐδʼ ὡς λῃστὴς καταφέρω τὴν ψῆφον αὐτῶν, ἀλλʼ ὡς ἐπιμελητὴς καὶ κηδεμών, ὥσπερ καὶ ὁ ἰατρὸς τὸν τεμνόμενον παραμυθεῖται καὶ πείθει παρέχειν ἑαυτόν.
因为他说:“我对他们投下赞成判罪的票,并非作为敌人,亦非作为强盗,而是作为保护者和监护人,正像医生也安慰接受手术的人,并说服他将自己托付出来一样。
§23Ἐπικτήτου.
” 爱比克泰德之作。
θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος.
自然是奇妙的,正如色诺芬所说,它是热爱生命的。
τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν· εἰ γὰρ ἔδει πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν.
总之,我们珍爱并照料这具身体——这万物中最令人不快、最肮脏的东西;因为如果必须照料邻人的身体仅五天,我们也是无法忍受的。
ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη.
且看清晨起床去为他人刷牙,并在做完一些必要的事情后洗净那些部位,这是怎样的一番景象。
τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα λειτουργοῦμεν καθʼ ἑκάστην ἡμέραν.
实际上,去爱一个我们每天为其提供如此多侍奉的对象,真是令人惊叹。
νάττω τουτονὶ τὸν θύλακον· εἶτα κενῶ· τί τούτου βαρύτερον;
我装满这只袋子,然后又把它掏空;还有什么比这更繁重的呢?
ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν.
但我必须侍奉神。
διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων· ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ ὅμως ἠνειχόμην αὐτοῦ.
为此,我留下来并默默忍受,洗涤这具可怜的小身体,喂饱它,遮盖它;而当我年轻时,它还命令我做别的事情,但我还是忍受了它。
διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται;
那么,当赋予我们身体的自然将其夺走时,你们为什么不能忍受呢?
— φιλῶ, φησιν, αὐτό.
“我爱它,”有人说。
— οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν ἡ φύσις σοι δέδωκεν;
那么,正如我刚才所说,难道不是自然本身将这“爱”赋予了你吗?
ἡ δʼ αὐτὴ λέγει
ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε.
而同一自然却说:“现在放手吧,不要再自寻烦恼了。
§24τοῦ αὐτοῦ.
” 同上。
ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπολιπεῖν προθυμίας καὶ ἐπιμελείας.
如果一个年轻人结束生命,†他就抱怨神明†,因为他认为自己本该已经安息,却还要承受烦恼;尽管如此,当死亡临近时,他却想活下去,派人去找医生,并恳求他不要保留任何热忱和关照。
θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.
他说:“人类真是奇妙,既不想活,也不想死。
§25Ἐπικτήτου.
” 爱比克泰德之作。
ὅτῳ μετὰ ἀνατάσεως καὶ ἀπειλῆς ἐπιχειρεῖς, μέμνησο προλέγειν, ὅτι ἥμερος εἶ· καὶ οὐδὲν ἄγριον δράσας ἀμετανόητος καὶ ἀνεύθυνος διαγενήσῃ.
无论你带着怎样的怒气与威胁去对待某人,记住要预先说明你是温和的;这样,你没有做出任何粗暴的事,就能在无悔与无咎中度过。
§26ψυχάριον εἶ βαστάζον νεκρόν, ὡς Ἐπίκτητος ἔλεγεν.
如爱比克泰德所说,你不过是一个承载着尸体的小小灵魂。
§27τέχνην ἔφη δὲ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθʼ ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατʼ ἀξίαν, καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφʼ ἡμῖν χρῆσθαι.
他说,应当在关于同意的方面发现一种技术,并在关于冲动的领域中保持警觉,以便它们带有留保条件、具有社会性、并符合其价值,而且完全远离欲求,并在忌避时绝不指向任何不取决于我们的事物。
§28οὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή.
他说:“因此,这场斗争并非关于寻常之事,而是关于我们是否疯狂。
§28aὁ Σωκράτης ἔλεγεν
τί θέλετε;
” 苏格拉底曾说: “你们想要什么?
λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;
拥有理性生物的灵魂,还是非理性生物的灵魂?
λογικῶν.
” “理性生物的。
τίνων λογικῶν;
” “哪种理性生物的?
ὑγιῶν ἢ φαύλων;
健全的还是恶劣的?
ὑγιῶν.
” “健全的。
τί οὖν οὐ ζητεῖτε;
” “那么你们为什么不追求呢?
ὅτι ἔχομεν.
” “因为我们已经拥有了。
τί οὖν μάχεσθε καὶ διαφέρεσθε;
” “那你们为什么还要争斗和分歧呢?
§29ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου.
” 引自爱比克泰德《手册》。
μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς· ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν· ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου
在一切事中,没有什么比安全更值得预先关照的;因为沉默比说话更安全;应当避免说那些缺乏理智且招致非难的话。
§30οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρμοστέον.
既不能用一个锚来稳固船只,也不能用一个希望来稳固生命。
τοῦ αὐτοῦ.
同上。
§31Τοῦ αὐτοῦ
καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν.
同上无论用双腿还是用希望,都应当跨越可行之限。
§32ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον.
医治灵魂比医治身体更为必要;因为死比悲惨地活着更好。
§33. τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.
. 快乐的事物中,最罕见发生的最能带来愉悦。
τοῦ αὐτοῦ.
同上。
§34Τοῦ αὐτοῦ
εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο.
同上如果有人超过了适度,最愉快的事物就会变得最不愉快。
§35οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.
无法主宰自己的人,没有一个是自由的。
§36ἀθάνατον χρῆμα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὔτε παρρησίαν ἀφαιρετὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα διακρίνουσα ἀπʼ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.
真理是不朽且永恒的事物,它带给我们的既不是随时间凋零的美,也不是因裁判而可被剥夺的直言权,而是通过将正义与合法的事物与非正义的事物区分开,并对后者予以驳斥。