§54»Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν« οὔτε τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν.
“‘无言无语,也无声音可听’,无论是白日还是黑夜。
»εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
‘它们的发出传遍天下。
« μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας.
’” 他将这句话仅转用于圣徒,他曾称他们为“天”和“日”。
§55Οἱ ἀστέρες, σώματα πνευματικά, κεκοινωνηκότα ἀγγέλοις ἐφεστῶσι διοικούμενα, οὐκ αἴτια γενέσεως, σημαντικὰ δὲ τῶν γινομένων τε καὶ ἐσομένων καὶ γενομένων ἐπί τε τροπῶν ἀέρων ἐπί τε εὐφορίας καὶ ἀκαρπίας ἐπί τε λοιμῶν καὶ φλογμῶν ἐπί τε τῶν ἀνθρώπων.
众星是属灵的身体,与主管的天使相交并受其管理,它们并非受生的原因,而是对大气变化、丰收与荒歉、瘟疫与旱灾、以及对人类身上所发生、将要发生和已经发生之事的预兆。
οὐδ᾿ ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα, σημαίνει δὲ »τά τ᾿ ἐόντα, τά τ᾿ ἐσσόμενα, πρό τ᾿ ἐόντα«.
众星连在梦中也不产生效能,而只是预示“现在的事、将来的事、以及过去的事”。
§56»Καὶ ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.
“祂在太阳中为它预备帐幕。
« ἐνταῦθα ὑπερβατόν ἐστι· περὶ γὰρ τῆς παρουσίας τῆς δευτέρας ὁ λόγος.
”此处存在倒置(超前置法);因为这一论述是关于第二次来临的。
οὕτως οὖν ἀναγνωστέον τὸ ὑπερβατὸν κατὰ ἀκολουθίαν. »καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμε ῖν ὁδὸν αὐτοῦ.
因此,应当按照顺序这样阅读这一倒置:“他如新郎出洞房,又如勇士欢然奔路。
ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
他从天这边出来,没有一物被隐藏不得他的热气。
« καὶ τότε· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.
”然后才是:“祂在太阳中为它预备帐幕。
« ἔνιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἑρμογένης, σῶμα δὲ λέγουσιν οἳ μὲν τὸ σκῆνος αὐτοῦ, οἳ δὲ τὴν τῶν πιστῶν ἐκκλησίαν, ὁ Πάνταινος δὲ * ἡμῶν ἔλεγεν »ἀορίστως τὴν προφητείαν ἐκφέρειν τὰς λέξεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῷ ἐνεστῶτι ἀντὶ τοῦ μέλλοντος χρῆσθαι χρόνῳ καὶ πάλιν τῷ ἐνεστῶτι ἀντὶ τοῦ παρῳχηκότος«, ὃ καὶ νῦν φαίνεται.
” 于是有人说,主将自己的身体留置在太阳中,如赫尔莫根尼;有人说那“身体”是指祂的幕屋,有人则说是信徒的教会;而我们的潘泰诺斯曾说:“预言在大多数情况下不确定地表达其词句,并用现在时代替将来时,又用现在时代替过去时,”这在当前也显而易见。
τὸ γὰρ »ἔθετο« καὶ ἐπὶ τοῦ παρῳχηκότος καὶ ἐπὶ τοῦ ἐσομένου τάσσεται·
因为“预备”(etheto)一词既可用于过去,也可用于将来。
ἐπὶ μὲν τοῦ ἐσομένου, ὅτι πληρωθείσης ταύτης τῆς κατὰ τὴν παροῦσαν κατάστασιν περιόδου ὁ κύριος ἐλεύσεται πρὸς τοὺς δικαίους τοὺς πιστούς, οἷς ἐπαναπαύεται καθάπερ σκηνῇ· ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι· ἀλλ᾿ οἳ μὲν ὡς κεφαλή, οἳ δὲ ὡς ὀφθαλμοί, οἳ δὲ ὡς ὦτα.
关于将来,是因为当现今状态下的这一周期圆满时,主将来到公义的信徒那里,在他们之中安息,如同在帐幕里一样;因为所有从同一种族中选择同一信仰与公义、并注定要恢复到同一统一中的人,都是一个身体;但有人如头,有人如眼,有人如耳。
οἳ δὲ ὡς χεῖρες, οἳ δὲ ὡς στήθη, οἳ δὲ ὡς πόδες ἐν ἡλίῳ τεθήσονται φωτεινοί, »λάμψαντες ὡς ὁ ἥλιος« ἢ ἐν ἡλίῳ, ἐπεὶ ἀρχοντικὸς ἄγγελος ἐν ἡλίῳ· εἰς ἀρχὴν γὰρ ἡμερῶν τέτακται, καθάπερ ἡ σελήνη εἰς τὸ ἄρχειν νυκτός· ἡμέραι δὲ ἄγγελοι ἐκλήθησαν.
还有人如手,有人如胸,有人如脚,他们将在太阳中被安置为发光的,“像太阳一样发光”,或在太阳中,因为一位主宰的天使在太阳中;因为他被指派来统治白日,正如月亮统治黑夜一样;而天使们被称为“日”。
μετὰ τῶν μεθ᾿ ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδον καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον ἐλεύσεται. ἐφ᾿ ὃ μετῆλθεν ὁ πρὸ αὐτοῦ ἐν τῷ αὐτῷ.
他说,他们将与太阳中的天使们一同被排列(太阳就像是一个身体的头,这身体是一个),在某个周期里,他们自己也将成为日的统治者,正如那掌管太阳的天使将走向更伟大的境地一样,在他之前在同一太阳中的那一位,已经迁移到了更伟大的境地。
καὶ πάλιν ἐπαναβησόμενοι κατὰ προκοπὴν ἀφίξονται ἐπὶ τὴν πρώτην μονήν.
而且,他们根据进步再次攀升,将到达第一居所。
ἀλλὰ κατὰ τὸν παρῳχηκότα »ἔθετο« τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ᾿ εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῆ θεωρίᾳ τοῦ θεοῦ· οἱ δὲ προσεχέστεροι τούτοις προκόψουσιν εἰς ἣν ἐκεῖνοι ἀπολελοίπασι τάξιν, καὶ οὕτως οἱ ὑποβεβηκότες ἀναλόγως.
但根据过去时的“预备”,[祂安置了]最初受造的天使,使他们不再根据摄理进行规定的服侍,而是处于安息之中,唯独专注于对神的沉思(观照);而那些更接近他们的人,将进步到他们所离去的阶次,下位者也依此类推。