Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §57-65

终末恢复中的天使晋升与诗篇寓解

第 10 段,共 10 段 · 希腊语

内容简介

本章节阐述了人类在最终恢复中向天使乃至大天使晋升的属灵阶梯,随后对《诗篇》中的若干经文展开了亚历山大式的寓意化解说。

§57Εἰσὶν οὖν κατὰ τὸν ἀπόστολον οἱ ἐν τῇ ἄκρᾳ ἀποκαταστάσει πρωτόκτιστοι· »θρόνοι« δ᾿ ἂν εἶεν, καίτοι δυνάμεις ὄντες, οἱ πρωτόκτιστοι διὰ τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς τὸν θεόν, ὡς καὶ ἐν τοῖς πιστεύουσιν.
因此,根据使徒,那些处于极处恢复中的人是最初受造者;而“宝座”,虽然它们是权能者,却应当是最初受造者,因为神在他们之中安息,正如在信徒之中一样。
ἕκαστος γὰρ κατὰ τὴν ἰδίαν προκοπὴν οἰκείαν ἔχει τὴν περὶ θεοῦ γνῶσιν, ἐφ ᾗ γνώσει ἀναπαύεται ὁ θεός, ἀιδίων γενομένων διὰ τῆς γνώσεως τῶν ἐγνωκότων.
因为每个人根据自己的进步,都拥有对神特有的认知,而神在此认知上安息,那些认知神的人通过知识而成为永恒。
καὶ μή τι τὸ »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ« οὕτως ἐξακούεται· ἐν τῷ ἡλίῳ ἔθετο, τουτέστιν ἐν [τῷ θεῷ,] τῷ ἢλ ἤγουν θεῷ, ὡς ἐν τῷ εὐαγγελίῳ »ἠλὶ ἠλὶ« ἀντὶ τοῦ »θεέ μου, θεέ μου«.
难道“祂在太阳中为它预备帐幕”不能这样理解吗:在太阳中预备,即在[神中],即“埃尔”也就是神,正如在福音书中以“以利,以利”代替“我的神,我的神”。
καὶ τὸ »ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου« οἱ τελειωθέντες εἰσὶν ἐξ ἀνθρώπων, ἀγγέλων, ἀρχαγγέλων εἰς τὴν πρωτόκτιστον τῶν ἀγγέλων φύσιν.
并且 “远在一切执政的、掌权的、有能的、以及一切被称之名之上”是指那些从人类、天使、大天使中被成全,进入天使最初受造之本性的人。
οἱ γὰρ ἐξ ἀνθρώπων εἰς ἀγγέλους μεταστάντες χίλια ἔτη μαθητεύονται ὑπὸ τῶν ἀγγέλων, εἰς τελειότητα ἀποκαθιστάμενοι· εἶτα οἱ μὲν διδάξαντες μετατίθενται εἰς ἀρχαγγελικὴν ἐξουσίαν, οἱ μαθόντες δὲ τοὺς ἐξ ἀνθρώπων αὖθις μεθισταμένους εἰς ἀγγέλους μαθητεύουσιν, ἔπειτα οὕτως περιόδοις ῥηταῖς ἀποκαθίστανται τῇ οἰκείᾳ τοῦ σώματος ἀγγελοθεσίᾳ.
因为那些从人类迁移为天使的人,接受天使一千年的教导,被恢复到完全;然后,教导者被迁移到大天使的权柄,学习者则去教导那些再次从人类迁移为天使的人;接着,如此经过特定的周期,他们被恢复到他们身体固有的天使安置中。
§58»Ὁ νόμος τοῦ θεοῦ ἄμωμος, ἐπιστρέφων ψυχάς.
“神的律法无瑕疵,能苏醒灵魂。
« »νόμος καὶ λόγος« αὐτὸς ὁ σωτὴρ λέγεται, ὡς Πέτρος ἐν Κηρύγματι καὶ ὁ προφήτης· »ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. «
”救主自己被称为“律法与道”,如彼得在《宣道》中所说,以及先知所说:“因为律法必出于锡安,主的言语必出于耶路撒冷。
§59»Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια«, ἡ διαθήκη κυρίου ἀληθής, σοφίζουσα νηπίους, τοὺς ἀκάκους τούς τε ἀποστόλους, ἔπειτα καὶ ἡμᾶς.
” “主的法度确定,能使愚人有智慧。 ”主的约是真实的,使愚人、无邪之人、使徒、以及我们有智慧。
ἀλλὰ καὶ ἡ αὐτοῦ τοῦ κυρίου μαρτυρία, καθ᾿ ἣν παθὼν ἀνέστη, ἀληθὴς γενομένη κατὰ τὸ ἔργον αὐτό, εἰς βεβαίωσιν πίστεως ἤγαγεν τὴν ἐκκλησίαν.
而且,主自己的见证,即根据此见证祂受难并复活,在实际的事实中成为真实,引导教会走向信仰的确证。
§60»Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.
“敬畏耶和华是洁净的,存到永远。
« τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παραμένειν λέγει.
”他说那些因畏惧而转回信仰与公义的人,将永远存留。
»τὰ κρίματα κυρίου ἀληθινά«, βέβαια καὶ ἀμετακίνητα, κατ᾿ ἀξίαν ἀπονεμητικὰ καὶ »εἰς τὴν ἑνότητα τῆς πίστεως« ἀποκαθιστάντα τοὺς δικαίους.
“耶和华的典章真实,”确凿而不可动摇,按配得进行分配,并将义人恢复到“信仰的统一”中。
τοῦτο γὰρ σημαίνει τὸ »δεδικαιωμένα ἐπὶ τὸ αὐτό«.
因为这就是“一同显为公义”的意思。
τὰ τοιαῦτα »ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον«.
这些事物“比金子、比极多的精金更可羡慕”。
§61»Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· « οὐχ ὅτι δοῦλος οἷον Δαβίδ, ἀλλὰ πᾶς ὁ λαὸς ὁ σῳζόμενος, δοῦλος θεοῦ δι᾿ ὑπακοὴν ἐντολῆς κεκλημένος.
“况且你的仆人受这警戒(守此典章);”并非因他是像大卫那样的仆人,而是所有得救的人,因顺从诫命而被建称为神的仆人。
§62»Ἐκ τῶν κρυφίων μου καθάρισόν με· « τῶν ἐννοιῶν τῶν παρὰ τὸν ὀρθὸν λόγον, τῶν ἐγκαταλειμμάτων.
“求你洁净我,使我免得隐秘的过错;”免受违背正道的思想、以及被遗弃(疏忽)之事的侵害。
ταῦτα γὰρ »ἀλλότρια« λέγει δικαίου.
因为他称这些对义人而言是“外在的(异己的)”。
§63»Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι. « ἐπ᾿ ἴσης τῷ·
“若不容这等罪辖制我,我便完全。
ἐὰν μή μου κατακυριεύσωσιν οἱ διώκοντές με ὥσπερ τὸν κύριον, οὐκ ἔσομαι ἄμωμος·
”等同于:如果那些迫害我的人不像辖制主那样辖制我,我便不能成为完全。
οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξίκακος, | * * * * §64»Κύριε, σῶσον τὸν βασιλέα«, τουτέστι τὸν εἰς βασιλείαν κεχρισμένον λαόν· οὐ γὰρ μόνον τὸν Δαβίδ· διὸ καὶ ἐπάγει· »καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. «
因为不经迫害,人就不能成为证人(殉道者),若受了不义而不以不义报复,他就不能显为公义,更谈不上坚忍,| * * * * “求耶和华拯救王,”即被膏抹以承受国度的子民;因为这不单是指大卫;因此他也接着说:“我们在求告你的日子,求你应允我们。
§65Τὸ ἀναβῆναι ἐπὶ τὴν καρδίαν τὸ καλὸν ὑπὸ τῆς γραφῆς λέγεται τὸ νικῆσαι τὴν καλὴν βουλήν.
” 圣经所说“善事升上心头”,是指善意的决议获得胜利。

词汇与语法注释

  1. 57θρόνοι δ᾿ ἂν εἶεν — 连词 δέ 与可能希求法 ἂν εἶεν 的结合。伴随着让步分词短语 καίτοι δυνάμεις ὄντες(“尽管他们是权能者”),表示作者对省略的主语 οἱ πρωτόκτιστοι(最初受造者)之身份的委婉推测。
  2. 57καὶ μή τι τὸ — 语气词组合 μή τι 引入一个委婉或推测性的疑问句(“难道不可能是……吗?”)。在此处,作者通过将“太阳(hēlios)”与希伯来语的“埃尔(El,神)”进行音近关联,为诗篇中的这一句提出了新的寓意解说。
  3. 63ἐπ᾿ ἴσης τῷ — 意为“等同于”或“与……相同”的惯用表达,其后由中性冠词 τῷ 引入等值的条件句(ἐὰν μή...)。这引导出一种反说:信徒只有像主一样受到迫害并坚忍,才能达到“完全(无瑕疵,ἄμωμος)”。

引用这一段

亚历山太的革利免, 先知书选粹 §57-65. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:57-65

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。