Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §48-53

流产婴儿的救赎与诗篇的寓意阐释

第 8 段,共 10 段 · 希腊语

内容简介

基于《彼得启示录》讨论流产婴儿的救赎与因罪受罚,并解释灵魂注入胎儿的过程。此外,通过引用诗篇,对诸天、穹苍、日、夜所象征的天使事工及主的奥秘进行了多重属灵阐释。

§48αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν »τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.
例如,彼得在《启示录》中说:“流产的婴儿将获得更好的命运,他们被移交给一位守护天使,以便在分享知识后,获得更好的居所,因为他们已经承受了即使进入肉身也同样会承受的痛苦。
« τὰ δ᾿ ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.
” 而其他婴儿则仅能获得救赎,他们因遭受不公而蒙受怜悯,并将免受惩罚,以此作为奖赏。
§49»Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύμενον«, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, »γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει«, διὰ τὰς ἁμαρτίας γίνεσθαι τὰς κολάσεις διδάσκων.
“而女人的奶水,从乳房流出并凝固,”彼得在《启示录》中说,“将产生细小的食肉野兽,它们奔向她们并吞噬她们,”以此教导惩罚是因罪而生的。
ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ »διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν«, ὥς φησιν ὁ ἀπόστολος, »ὑπὸ τῶν ὄφεων ἐδάκνοντο«.
他说这些惩罚源自罪恶,正如因罪恶之故百姓被出卖,且“由于对基督的不信,”如使徒所说,“他们被蛇咬伤”。
§50Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός.
某位长老曾说,胎儿是一个生命。
εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ πλάσει.
因为他说,当子宫在经期清洁后为受孕做好准备时,那进入子宫并由一位预知受孕时机并掌管生育的天使引入的灵魂,便促使女人进行交合;而当精子排出时,可以说,精子中的灵便与其同化,从而为塑造而受孕。
† μαρτύριον ὠνόμασεν πᾶσιν.
† 他称这一切为对所有人的见证。
καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον.
每当天使们向不孕的妇女传报佳音时,他们便仿佛在受孕前预先引入了灵魂;而在《圣经》中,“婴儿跳动”也是因为他是有生命的。
* * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.
* * 而不孕的妇女之所以不孕,也正是因为灵魂没有被引入,无法将排出的精子凝聚并维持在受孕与生育的状态中。
§51»Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ.
“诸天述说神的荣耀。
« οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ διαθήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριωτέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως.
”“天”有多种含义:既指空间与周期的天,也指最初受造的天使们根据盟约所进行的直接活动;因为通过天使们更具主权的临在,诸盟约得以实施——如亚当的盟约、诺亚的盟约、亚伯拉罕的盟约、摩西的盟约。
διὰ γὰρ τοῦ κυρίου κινηθέντες οἱ πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσεχεῖς τοῖς προφήταις ἀγγέλους διηγούμενοι »δόξαν θεοῦ«, τὰς διαθήκας.
因为被主驱动的、最初受造的天使们,作用于那些亲近先知的天使,向他们述说“神的荣耀”,即诸盟约。
ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ᾿ ἀγγέλων §52διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«.
而天使们在地上所行的工作,也是通过最初受造的天使们,为了“神的荣耀”而成就的。
καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ᾿ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.
在首要意义上,主被称为天,其次是最初受造的天使们,在他们之后还有律法之前的圣贤,如诸族长、摩西和先知们,接着还有使徒们。
»Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
“大空宣告祂手所造的。
« στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ·
”祂将那无情欲且不改变的神称为“大空”,正如在另一处,同一位大卫说:“耶和华,我的力量啊,我爱你!
»ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου.
耶和华是我的大空,是我的避难所。
« τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτ᾿ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν.
” 因此,大空本身宣告祂手所造的,也就是说,它指明并显现了祂天使的创造;因为大空宣告并指明了祂所造的那些。
»Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.
“这日到那日发出言语。
« ὡς οἱ οὐρανοὶ πολλαχῶς. §53οὕτως καὶ ἡ ἡμέρα.
”如同诸天有多种含义一样,日也是如此。
ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται.
而“言语”(话语)是指主,且同一位主在多种意义上也被称为“日”。
»καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
“这夜到那夜传出知识。
« ὁ διάβολος ᾔδει ἐλευσόμενον τὸν κύριον, εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν αὐτόν ἵνα γνῷ·
”魔鬼知道主将要来,但他并不知道耶稣本人是否就是那一位;因此他也试探祂,以便查明。
† εἰ δυνατός ἐστιν.
† 如果他有能力。
ἐᾶν φησι· »καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν.
祂说:“就暂时离开祂,”也就是说,他将这一探明推迟到了复活。
ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον.
因为他知道这就是那将要复活的主。
ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ.
同样,魔鬼们也是如此,因为他们也曾怀疑所罗门就是主,但当所罗门犯罪时,他们便知道他不是。
»νὺξ νυκτί·
“夜到夜。
« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος.
”所有的魔鬼都在受难后知道了那复活的就是主。
ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.
而且,以诺也已经说过,那些违背命令的天使教导了人类天文学、占卜和其他技术。

词汇与语法注释

  1. 48τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι — 由动词 φησίν(他说)引导的间接引语不定式结构。名词短语 τὰ βρέφη ἐξαμβλωθέντα 是逻辑主语,在不定式 παραδίδοσθαι(被移交)之前被指示代名词 ταῦτα(这些)强调性地复指。将来分词 ἐσόμενα 表示将来的命运或状态。
  2. 50εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν — 接在动词 ἔλεγεν(他曾说)之后的间接引语部分。对格 τὴν ψυχὴν 是逻辑主语,由分词 εἰσιοῦσαν(进入)描述。完成时分词 ηὐτρεπισμένην(被准备好的)为阴性单数对格,修饰 τὴν μήτραν(子宫)。
  3. 51αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως — 虽然主语 αἱ διαθῆκαι(诸盟约)是复数,但各个具体的盟约通过带介词短语(ἐπί + 属格)的单数阴性冠词 ἡ 以同位语形式列出。
  4. 53εἰ δὲ ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο — 间接疑问从句中使用的偏斜希求法(εἴη),依赖于历史时主句动词(οὐκ ἠπίστατο,“不知道”),用以表示过去持续的不确定性。

引用这一段

亚历山太的革利免, 先知书选粹 §48-53. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:48-53

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。