Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §21-25

不可靠近之光的神与恩典中的救赎

第 4 段,共 10 段 · 希腊语

内容简介

本段论述了应当将神设想为不可靠近的光,灵魂的自发性与神的恩典之间的协作,以及基督通过教会所施行的拯救工作,并解释了从尘土的肖像向属天肖像的转变及用圣灵与火施洗的属灵意义。

§21Εἰ δή τις νοεῖ θεόν (κατ᾿ ἀξίαν μὲν οὐδαμῶς, τίς γὰρ ἔννοια ἀξία θεοῦ;
如果有人设想神(决不是以配得上的方式,因为有什么概念是配得上神的?
ἀλλ᾿ ὡς δυνατόν ἐστι), νοείτω μέγα καὶ ἀπερινόητον καὶ κάλλιστον »φῶς ἀπρόσιτον«, πᾶσαν δύναμιν ἀγαθήν, πᾶσαν ἀστείαν ἀρετὴν συγκεκληρωμένον, πάντων κηδόμενον, φιλοικτίρμον, ἀπαθές, ἀγαθόν, πάντα εἰδός, προγινῶσκον πάντα, εἰλικρινές, γλυκύ, λαμπρόν, ἀκήρατον.
而是尽其可能),就让他将神设想为伟大、不可思议、最美的“不能靠近的光”,聚集了一切善的力量与一切高尚的德行,眷顾万物、怜悯、无情欲、至善、无所不知、预知一切、纯真、甘甜、辉煌、不朽。
§22Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ᾿ αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν· βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα.
既然灵魂是从自身内部活动的,神的恩典便向灵魂要求它所拥有的东西,即热诚,作为拯救的股金;因为主愿意祂赐给灵魂的善成为灵魂自己的,因为灵魂并非无知觉之物,以至于像肉体一样被拖曳。
τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος, τὸ λαβεῖν δὲ τοῦ θελήσαντος καὶ ὀρεχθέντος, τὸ κρατεῖν δὲ ὃ ἔλαβεν τοῦ κρατεῖν μελετήσαντος καὶ δυναμένου.
因而,拥有属于那接受的人,而接受属于那意愿和渴望的人,而保持所接受的则属于那致力于保持且有能力保持的人。
διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἥ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.
为此,神将选择权赐予灵魂,以便祂自己指明所应当做的事,而灵魂在选择之后能够接受并持守。
§23Ὥσπερ διὰ τοῦ σώματος ὁ σωτὴρ ἐλάλει καὶ ἰᾶτο, οὕτως καὶ πρότερον μὲν διὰ τῶν προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων καὶ τῶν διδασκάλων· ἡ ἐκκλησία γὰρ ὑπηρετεῖ τῇ τοῦ κυρίου ἐνεργείᾳ, ἔνθεν καὶ τότε ἄνθρωπον ἀνέλαβεν, ἵνα δι᾿ αὐτοῦ ὑπηρετήσῃ τῷ θελήματι τοῦ πατρός.
正如救主曾通过身体说话并医治,同样地,从前祂通过先知,现在则通过使徒和教师;因为教会服务于主的作工,因此当时祂也承受了人性,以便通过他来服务于父的旨意。
καὶ πάντοτε ἄνθρωπον ὁ φιλάνθρωπος ἐνδύεται θεὸς εἰς τὴν ἀνθρώπων σωτηρίαν, πρότερον μὲν τοὺς προφήτας, νῦν δὲ τὴν ἐκκλησίαν.
并且爱人类的神为了人类的拯救,始终穿上人——从前是先知,现在则是教会。
τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον πρὸς τὴν ὁμοίαν σωτηρίαν.
因为同类服务于同类,适合于同等的拯救。
§24Ὅτε χοϊκοὶ ἦμεν, Καίσαρος ἦμεν.
当我们属乎尘土时,我们属于凯撒。
Καῖσαρ δέ ἐστιν ὁ πρόσκαιρος ἄρχων, οὗ καὶ εἰκὼν ἡ χοϊκὴ ὁ παλαιὸς ἄνθρωπος, εἰς ὃν ἐπαλινδρόμησεν.
而凯撒是暂时的统治者,他的肖像也就是那属尘土的、人重新退回其中的旧人。
τούτῳ οὖν τὰ χοϊκὰ ἀποδοτέον, ἃ »πεφορέκαμεν ἐν τῇ εἰκόνι τοῦ χοϊκοῦ«, καὶ »τὰ τοῦ θεοῦ τῷ θεῷ«· ἕκαστον γὰρ τῶν παθῶν ὥσπερ γράμμα καὶ χάραγμα ἡμῖν καὶ σημεῖον.
因此,应当把“我们在属尘土的肖像中所穿戴的”属尘土之物归还给他,并将“神的物归给神”;因为每一种情欲对我们来说就像是字母、印记和记号。
ἄλλο χάραγμα νῦν ὁ κύριος ἡμῖν καὶ ἄλλα ὀνόματα καὶ γράμματα ἐνσημαίνεται, πίστιν ἀντὶ ἀπιστίας, καὶ τὰ ἑξῆς.
现在主在我们身上烙下另一种印记,以及其他的名字和字母,即以信仰代替不信仰等等。
οὕτως ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ πνευματικὰ μεταγόμεθα »φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«.
这样,我们“穿戴了属天的肖像”,从物质的事物被转移到属灵的事物。
§25Ὁ Ἰωάννης φησίν, ὅτι »ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω. ἔρχεται δέ μου [ὁ] ὀπίσω ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι καὶ πυρί.
约翰说:“我确实用水给你们施洗;但在我以后来的,要用圣灵与火给你们施洗。
« πυρὶ δὲ οὐδένα ἐβάπτισεν· »ἔνιοι δέ«, ὥς φησιν Ἡρακλέων, »πυρὶ τὰ ὦτα τῶν σφραγιζομένων κατεσημήναντο«, οὕτως ἀκούσαντες τὸ ἀποστολικόν.
”然而,祂并未用火给任何人施洗;“但有些人,”正如赫拉克里翁所说,“用火在受印记的人的耳朵上打上标记,”他们是这样理解使徒的话的。
»τὸ γὰρ πτύον ἐν τῇ χειρὶ αὐτοῦ τοῦ διακαθᾶραι τὴν ἅλω. καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
因为“祂手里拿着簸箕,要扬净祂的麦场;要把麦子收在仓里,把糠秕用不灭的火烧尽。
« πρόσκειται οὖν τῷ »διὰ πυρὸς« τὸ »διὰ πνεύματος«, ἐπειδὴ ὡς ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ· ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν ἐνεργειῶν ὑλικῶν.
” 因此,“借着圣灵”被添加在“借着火”之上,因为正如麦子借着风(灵)而与糠秕(即物质的外衣)区分开来,糠秕也因被风(灵)扬起而被分离,同样,圣灵对物质的运作具有分离的力量。
ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, συνάγεται ὡς ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει· ὅταν δὲ ἐκείνου χωρισθῇ. ἀπόλλυται· ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι.
既然那些源于无生且不朽之物——生命的种子——像小麦一样被收集并储存起来,而物质的东西,只要它与更优越者同在,就留存,但一旦与它分离,就会灭亡;因为它是在他者之中获得其存在的。
τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα. ἀναλωτικὸν δὲ τὸ πῦρ, πῦρ δὲ τὸ ὑλικὸν νοητέον.
因此,这圣灵在力量上是分离的,而火则是消耗性的——并且火必须被理解为物质的。
ἀλλ᾿ ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ. καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν. ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν. τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ᾿ ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά. φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων. διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.
但是,由于得救之物类似于麦子,而附着在灵魂周围之物类似于糠秕,且前者是非肉体的,后者是可分离的物质,所以他将那纤细、纯洁、几乎超越理智的“圣灵”与非肉体相对立,而将“火”与物质相对立,这火并非邪恶或坏的,而是强大且能净化邪恶的;因为火被理解为一种善良且强大的力量,能毁灭较差的,并保全较优的,因此在先知中,这火也被称为“有智慧的”火。

词汇与语法注释

  1. 22ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ᾿ αὐτῆς — 关系代词 ὃ 的先行词是置于其后作同位语的宾格名词 τὴν προθυμίαν(热诚)(前置构文)。其意思被理解为“灵魂所拥有的东西,即热诚”。
  2. 22τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος — 带冠词不定式 τὸ ἔχειν(拥有)作主语,与作表语的属格 τοῦ λαβόντος(接受的人)相结合。此属格作为表示“属于……”或“是……的职责”的所有/特征属格发挥作用。
  3. 23τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον — 不定式 ἐξυπηρετεῖν(服务)伴随其主格性的宾格主语 τὸ ὅμοιον(相似者)及与格补足语 τῷ ὁμοίῳ(向相似者),作为整个句子的主语发挥作用。形容词 κατάλληλον 作表语,系动词 ἐστί 被省略。
  4. 25τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα, ἀναλωτικὸν δὲ τὸ πῦρ — 这是一个省略了系动词 ἐστί 的对比结构。τὸ πνεῦμα(圣灵)是主语,τοῦτο 是先指或指示它的代词,χωριστικόν 是表语。后半部分中,τὸ πῦρ(火)是主语,ἀναλωτικόν 是表语。

引用这一段

亚历山太的革利免, 先知书选粹 §21-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:21-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。