Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §14-20

禁食的属灵意义与灵魂向爱升进

第 3 段,共 10 段 · 希腊语

内容简介

本段讨论了斋戒的神秘意义与灵魂净化、祈祷与知识的力量、神如何通过人来彰显力量和教育,以及灵魂如何通过爱与畏惧进深至得儿子名分的阶段。

§14Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ᾿ ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ᾿ ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή. ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μεταλαβόντες θεῷ ζήσωμεν.
斋戒按字面意义是指不吃食物,但食物并不能使我们变得更义或更不义。 然而按奥秘的意义,它表明:正如对个人来说生命来自于食物,而断食是死亡的象征一样,我们也必须对世俗的事物进行斋戒,以便我们对世界死去,并在那之后通过分受神性的食物而为神活着。
ἄλλως τε κενοῖ τῆς ὕλης τὴν ψυχὴν ἡ νηστεία καὶ καθαρὰν καὶ κούφην σὺν καὶ τῷ σώματι παρίστησι τοῖς θείοις λόγοις.
此外,斋戒能使灵魂倒空物质,并将灵魂连同肉体一起,作为纯洁而轻盈的状态呈献给神的言语。
τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρτήματα.
因此,世俗的食物便是先前的生活和罪恶。
τροφὴ δὲ θεϊκὴ πίστις. ἐλπίς, ὑπομονή, γνῶσις, εἰρήνη. σωφροσύνη.
而神性的食物则是信仰、希望、忍耐、知识、和平、节制。
»μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ· οὗτοι γὰρ καὶ ἐμπλησθήσονται.
“因为饥渴慕神之义的人是有福的,因为他们将得饱足。
« ψυχὴ δέ. ἀλλ᾿ οὐ σῶμα τὴν ὄρεξιν ταύτην λαμβάνει.
”然而,抱有这种渴望的是灵魂,而不是肉体。
§15Τῆς πίστεως τὴν εὐχὴν ἰσχυροτέραν ἀπέφηνεν ὁ σωτὴρ τοῖς πιστοῖς ἀποστόλοις, ἐπί τινος δαιμονιῶντος, ὃν οὐκ ἴσχυσαν καθαρίσαι, εἰπών· »τὰ τοιαῦτα εὐχῇ κατορθοῦται.
救主向有信仰的使徒们表明,在某个被鬼附身的人(使徒们无法洁净他)的例子中,祈祷比信仰更有力量,并说: “这一类的事非用祈祷是不能成就的。
« ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δ᾿ ἐν γνώσει γενόμενος ἅτε μηκέτι ἁμαρτάνων παρ᾿ ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.
”那信的人从主那里得到了罪的赦免,而那进入知识的人,因为不再犯罪,便从自己那里得到了其余罪恶的赦免。
§16Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία δι᾿ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται·
正如医治、预言和神迹一样,诺斯底的教导也是通过人,在神的作工下得以完成的。
ὁ γὰρ θεὸς δι᾿ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται.
因为神通过人彰显祂的力量。
καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπ᾿ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς.
预言正确地说:“我也要差遣一个人到他们那里,去拯救他们。
« αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας. ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων.
”因此,祂自己有时派遣先知,有时派遣使徒,作为人类的拯救者。
οὕτως θεὸς δι᾿ ἀνθρώπων εὐεργετεῖ·
这样,神通过人施予恩惠。
οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ᾿ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ᾿ αὐτοῦ, τὰ δὲ ὑφ᾿ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι᾿ ἀνθρώπων καὶ ἐπαίδευσεν δι᾿ ἀνθρώπων.
因为神大能并不是能做某些事而不能做其他事,祂也绝不在任何事上显得软弱;既不是有些事出于祂的意愿,另一些事违背祂的意愿,也不是有些事由祂而作,另一些事由他人而作;相反,祂通过人使我们出生,也通过人对我们进行教育。
§17Ὁ θεὸς ἡμᾶς ἐποίησεν οὐ προόντας.
神创造了预先并不存在的我们。
ἐχρῆν γὰρ καὶ εἰδέναι ἡμᾶς ὅπου ἦμεν, εἰ προῆμεν, καὶ πῶς καὶ διὰ τί δεῦρο ἥκομεν·
因为如果我们预先存在的话,我们应当也知道我们曾在哪里,以及如何并为何来到这里。
εἰ δ᾿ οὐ προῆμεν, τῆς γενέσεως μόνος αἴτιος ὁ θεός.
但如果我们预先不存在,那么存在的唯一原因就是神。
ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ δὲ μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος·
因此,正如祂创造了先前不存在的我们一样,祂也凭着自己的恩典拯救那些已存在的人,只要我们显出自己是配得且合适的;否则,祂将任由他们走向各自的结局。
»καὶ γὰρ ζώντων ἐστὶ καὶ νεκρῶν κύριος. «
“因为祂既是活人的主,也是死人的主。
§18Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπ᾿ ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθ᾿ ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ·
” 且看神的力量,不仅对人而言,将不存在者带入存在,并使已存在者随着年龄的增长而成长,而且还按照适合每个人的方式拯救信徒。
ἤδη δὲ μεταβάλλει καὶ ὥρας καὶ καιροὺς καὶ καρποὺς καὶ στοιχεῖα.
此外,祂已经改变了季节、时候、果实和元素。
οὗτος γὰρ εἷς θεὸς ὁ καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν γενομένων οἰκείως ἑκάστῳ μετρήσας.
因为这就是那唯一的上帝,祂按照适合每个人的方式,衡量了受造之物的开始和结束。
§19Ἐκ πίστεως καὶ φόβου προκόψας εἰς γνῶσιν ἄνθρωπος οἶδεν εἰπεῖν »κύριε κύριε«. ἀλλ᾿ οὐχ ὡς ὁ δοῦλος· ἔμαθεν λέγειν »πάτερ ἡμῶν«.
一个人从信仰和畏惧中进深至知识,便懂得说“主啊,主啊”,但并不是像奴隶那样;他学会了说“我们的父”。
»τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον« ἐλευθερώσας καὶ δι᾿ ἀγάπης προκόψας εἰς »υἱοθεσίαν«, αἰδούμενος ἤδη δι᾿ ἀγάπην ὃν ἐφοβεῖτο πρότερον·
他从“带来畏惧的奴役之灵”中获得释放,并通过爱进深至 “得儿子的名分”,如今通过爱去敬畏他先前所畏惧的那位。
οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι᾿ ἀγάπην ἔχεται τῶν ἐντολῶν.
因为他不再因畏惧而远离应远离的事物,而是因着爱而紧守诫命。
»αὐτό«, φησί, »τὸ πνεῦμα μαρτυρεῖ«, ὅταν λέγωμεν· »ἀββᾶ ὁ πατήρ. «
他说:“当我们说‘阿爸,父’时,‘圣灵亲自证明’。
§20Ἀγοράζει δὲ ἡμᾶς κύριος »τιμίῳ αἵματι«, δεσποτῶν τῶν πάλαι τῶν πικρῶν ἀπαλλάσσων, τῶν ἁμαρτιῶν, δι᾿ ἃς »τὰ πνευματικὰ τῆς πονηρίας« ἐκυρίευσεν ἡμῶν.
” 主用“宝贵的血”赎买了我们,将我们从昔日残酷的主人——即罪恶中释放出来,因着这些罪恶,“天空属灵气的恶魔”曾统治着我们。
ἄγει οὖν εἰς ἐλευθερίαν τὴν τοῦ πατρός, συγκληρονόμους υἱοὺς καὶ φίλους.
因此,祂引导我们进入父的自由,成为共同继承人的儿子和朋友。
»ἀδελφοί μου γάρ«, φησὶν ὁ κύριος, »καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
“因为主说:‘行我父旨意的人,就是我的弟兄和共同继承人。
« »μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς· « δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, »ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς.
’” “因此,不要在地上称人为父;”因为在地上有主人,而在天上只有父,“天国和地上的各家都是从祂得名的。
« ἀγάπη γὰρ ἑκουσίων ἄρχει, ἀκόντων δὲ ὁ φόβος, οὗτος ὁ φαῦλος · ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν εἰς Χριστὸν ἄγει καὶ ἔστι σωτήριος.
” 因为爱统治着自愿的人,而畏惧统治着不情愿的人——这后者是低劣的畏惧;但那引导人向善的管教,则引人归向基督,并且具有拯救的作用。

词汇与语法注释

  1. 14ἄλλως τε — 意为“此外、而且”的习惯用语,在前面的论点之外,引入了斋戒的另一个益处。
  2. 14.2σὺν καὶ τῷ σώματι — 意为“连同身体、身体也一并”。表示修饰灵魂(ψυχήν)的形容词“纯洁而轻盈”(καθαρὰν καὶ κούφην),通过介词 σὺν 也同样适用于身体(σῶμα)。
  3. 15.2παρ᾿ ἑαυτοῦ — 意为“从他自己”。反映了作者的诺斯底主义救赎观,即达到知识(gnosis)的人不再犯罪,因此过去残留的罪的赦免不是来自主,而是来自其自身内部。
  4. 17.2παρήσει — 动词 παρίημι(任凭、放任、放手)的直说语气主动因未来时第三人称单数形式。在那些不配得神救赎的人的语境中,它被解释为神“任凭他们走向各自原本的结局(如灭亡)”,而非施加积极的惩罚。
  5. 20.4ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν — 关系代词 ὅ 作主语。意为“那引导人向善的管教(畏惧)”,与前文的“低劣的畏惧(οὗτος ὁ φαῦλος)”相对比,指引人归向基督的“有益的(或具管教性质的)畏惧”。

引用这一段

亚历山太的革利免, 先知书选粹 §14-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:14-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。