Humanitext Reader

亚历山太的革利免 · 先知书选粹 §26-28

作为烈火的神与早期长老的口述传统

第 5 段,共 10 段 · 希腊语

内容简介

本章论述了神被称为“烈火”的真实含义、早期教会长老不撰写著作而专注于口头教导的原因,以及诺斯替(知识)如何根据个人的资质带来不同的益处。

§26Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται »πῦρ καταναλίσκον«, οὐ κακίας. ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον·
因此,即使当神被称为“烈火”时,也决不可将其理解为邪恶的名称和象征,而应理解为力量的名称和象征。
ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι. τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων.
因为正如火在诸元素中最为强大且支配万物,同样神也是全能且全地的主宰,祂有能力支配、创造、制作、养育、使之成长并拯救,拥有对身体和灵魂的权柄。
ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ. οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ.
因此,正如火超越诸元素,同样全地的主宰也超越诸神、诸权能者和诸执政者。
διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον.
火的力量是双重的:一种适用于创造、果实的成熟以及动物的产生和养育,太阳是其肖像;另一种则用于消耗和毁灭,如地上的火。
»πῦρ« οὖν ὅταν λέγηται ὁ θεὸς »καταναλίσκον«, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν.
因此,当神被称为“烈火”时,这指的是一种强大且不可抗拒的力量,对它而言没有什么是不可能的,甚至毁灭也是可能的。
περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν. τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν.
救主关于这种力量也曾说:“我来要把火丢在地上,”显然,对于圣洁的人来说,这是一种净化的力量,而对于物质的人来说,正如那些人所说,是毁灭的力量,但正如我们会说,是管教的力量。
ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.
此外,火带来恐惧,而光带来散播。
§27Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν καταναλίσκοντες εἰς γραφήν.
长老们过去并不撰写著作,既不想让传授传统这一教导的关注被关于写作的另一种关注所分心,也不愿将思索所需宣讲内容的时间消耗在写作上。
τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρθωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν.
也许他们确信,系统写作的形式与教导的形式并非同一种资质所能达到的成就,因而他们将其让给那些天生适合于此的人。
τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνάμενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκριβοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψιγόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς.
因为前者毫无阻碍地伴随着说话者流淌的气势而行,或许甚至能够席卷听众;而后者则在每次被读者研读时受到检验,由于受到精确的审查,因而值得极度的用心,并且可以说,这是以书面形式确立的教导,声音通过这种系统编撰的方式被传给后代。
ἡ γὰρ τῶν πρεσβυτέρων παρακαταθήκη διὰ τῆς γραφῆς λαλοῦσα ὑπουργῷ χρῆται τῷ γράφοντι πρὸς τὴν παράδοσιν εἰς σωτηρίαν τῶν ἐντευξομένων.
因为长老们的寄托通过写作来说话,把撰写者当作助手,以便将传统传达给研读者的拯救。
καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμπομένη μόνον ἐφέλκεται δι᾿ ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι μόνους ἐπισπᾶται.
正如磁石略过其他物质,仅因其适应性而吸引铁一样,书本虽然有许多读者,也仅吸引那些能够理解的人。
ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν »μωρία«, τοῖς δὲ »σκάνδαλον«, ὀλίγοις δὲ »σοφία« οὕτως καὶ »δύναμις« εὑρίσκεται »θεοῦ«·
因为真理的话语对一些人来说是“愚拙”,对另一些人来说是“绊脚石”,但对少数人来说是“智慧”,并因而被发现是“神的大能”。
φθόνος δὲ ἀπείη γνωστικοῦ.
但愿知者远离嫉妒。
διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότερον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι.
因为正是为了这个缘故,他甚至探寻哪一个更糟:是给予不配得的人,还是不传给配得的人。
καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.
并且,因着极大的爱,他不仅冒险与所有合适的人分享,有时甚至与那些热切恳求的不配得的人分享,这并非因为其恳求(因为不求虚名),而是因为那通过多次恳求而致力于信仰的恳求者的坚持。
§28Εἰσὶ δ᾿ οἳ λέγοντες εἶναι γνωστικοὶ τοῖς οἰκείοις φθονοῦσι μᾶλλον ἤ τοῖς ἐκτός.
然而,有些自称为知者的人,比起外人,他们更容易嫉妒自己人。
ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ᾿ ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ᾿ ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκοδομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως τῶν πραγμάτων· ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσάμενος καὶ καταγωνισάμενος.
但是,正如大海对所有人开放,有的人游泳,有的人经商,有的人捕鱼;又如土地是共有的,有的人旅居,有的人耕作,另一个人狩猎,还有人寻找矿藏,而另一个人盖房;同样,在研读圣经时,有的人在信仰上受益,有的人在品德上受益,而另一个则通过对事物的认识除去了迷信;至于竞技者,在认识了奥林匹克运动场后,为这训练赤身投入,进行比赛并获得胜利,因为他避开并战胜了那些阻碍和贬低知者之路的对手。
ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς.
因为知识对于灵魂的训练和品格的庄重都是不可或缺的,它使信徒更值得尊敬,并成为事物的精确观察者。
ὡς γὰρ οὐκ ἔστι πιστεῦσαι ἄνευ κατηχήσεως, οὕτως οὐδὲ καταλαβέσθαι ἄνευ γνώσεως.
因为正如没有教导就无法相信,同样没有知识也无法理解。

词汇与语法注释

  1. 26οὐ κακίας, ἀλλὰ δυνάμεως ὄνομα καὶ σύ幕ολον ἐκδεκτέον — 伴随非人称形容词 ἐκδεκτέον(应当理解为),应当补充的主语或宾语是前文关于神被称为“烈火”的论述。属格 κακίας 与 δυνάμεως 修饰 ὄνομα καὶ σύμβολον(名称与象征)。
  2. 26.2οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ — 根据与前半部分从句 ὡς ... ὑπερέχει τὸ πῦρ(正如火超越……)的结构对比,主句中也必须补出动词 ὑπερέχει(超越)。ὁ παντοκράτωρ 是其主语,属格 θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν 是比较属格或支配属格。
  3. 27μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι — 与格 τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι(通过关于写作的另一种关注)作为动词 ἀπασχολεῖν(分心、转移)的手段或原因与格,指明了阻碍宾格对象 τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα(传授传统的教导关注)的原因。
  4. 27.2τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν — 动词 συγχωρέω 意为“让给、允许”,在此处接与格 τοῖς εἰς τοῦτο πεφυκόσι(那些天生适合于此[写作]的人)作为间接宾语,从上下文来看,意味着他们将写作这一行为本身让给了这些人。
  5. 27.7κινδυνεύει ... κοινωνήσειν — 动词 κινδυνεύω(面临……危险、有可能……)支配未来不定式 κοινωνήσειν(分享、给予),表达了一种客观倾向,即主语(诺斯替者)出于极大的爱,甚至“冒险与[不配得的人]分享”。
  6. 28.2ἐπαποδύεται τῇ διδασκαλίᾳ — 动词 ἐπαποδύομαι(为竞技而脱衣、投身于)支配与格 τῇ διδασκαλίᾳ(教导、训练、规律),形成比喻性表达,即“投身于该教导(训练)”,正如竞技者为运动场脱去衣服一样。

引用这一段

亚历山太的革利免, 先知书选粹 §26-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg005.humanitext-grc1:26-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。