§21Εἰ δή τις νοεῖ θεόν (κατ᾿ ἀξίαν μὲν οὐδαμῶς, τίς γὰρ ἔννοια ἀξία θεοῦ;
もし誰かが神を心に思い描くなら(それに値する仕方では決してない。 神にふさわしい概念など誰が持ちえようか。
ἀλλ᾿ ὡς δυνατόν ἐστι), νοείτω μέγα καὶ ἀπερινόητον καὶ κάλλιστον »φῶς ἀπρόσιτον«, πᾶσαν δύναμιν ἀγαθήν, πᾶσαν ἀστείαν ἀρετὴν συγκεκληρωμένον, πάντων κηδόμενον, φιλοικτίρμον, ἀπαθές, ἀγαθόν, πάντα εἰδός, προγινῶσκον πάντα, εἰλικρινές, γλυκύ, λαμπρόν, ἀκήρατον.
そうではなく、可能な範囲で)、偉大で、思考を絶し、最も美しい「近づきがたい光」を、すなわち、すべての善い力とすべての優れた徳をその身に帯び、すべてのものを顧み、慈悲深く、無情念で、善であり、すべてを知り、すべてをあらかじめ知り、純真で、甘美で、輝かしく、不朽のものであると、心に思い描くがよい。
§22Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ᾿ αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν·
魂は自らの内から動くものであるから、神の恵みは、魂が持っているもの、すなわち熱意を、救いへの分担金のように、魂に要求するのである。
βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα.
なぜなら、主はご自分が魂に与える善いものが魂自身の所有となることを望んでおられるからであり、魂は、物体のように引きずり回されるための無感覚なものではないからである。
τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος, τὸ λαβεῖν δὲ τοῦ θελήσαντος καὶ ὀρεχθέντος, τὸ κρατεῖν δὲ ὃ ἔλαβεν τοῦ κρατεῖν μελετήσαντος καὶ δυναμένου.
したがって、所有することは受け取った者の役割であり、受け取ることは望み求めた者の役割であり、受け取ったものを保持することは、保持することに努め、かつその能力を持つ者の役割である。
διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἥ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.
このために、神は魂に選択権を与えられた。 それは、神ご自身はなすべきことを示し、魂はそれを選び取って受け入れ、保持するためである。
§23Ὥσπερ διὰ τοῦ σώματος ὁ σωτὴρ ἐλάλει καὶ ἰᾶτο, οὕτως καὶ πρότερον μὲν διὰ τῶν προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων καὶ τῶν διδασκάλων·
救い主が体を通じて語り、癒やされたように、そのように以前は預言者を通じて、今は使徒たちや教師たちを通じて語り、癒やされる。
ἡ ἐκκλησία γὰρ ὑπηρετεῖ τῇ τοῦ κυρίου ἐνεργείᾳ, ἔνθεν καὶ τότε ἄνθρωπον ἀνέλαβεν, ἵνα δι᾿ αὐτοῦ ὑπηρετήσῃ τῷ θελήματι τοῦ πατρός.
なぜなら、教会は主の働きに奉仕するのであり、それゆえにまた、当時、主は父の御心にそれを通じて奉仕するために、人間を身にまとわれたのである。
καὶ πάντοτε ἄνθρωπον ὁ φιλάνθρωπος ἐνδύεται θεὸς εἰς τὴν ἀνθρώπων σωτηρίαν, πρότερον μὲν τοὺς προφήτας, νῦν δὲ τὴν ἐκκλησίαν.
そして、人間を愛される神は、人間の救いのために、常に人間を身にまとわれる。 以前には預言者たちを、今や教会を。
τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ ἐξυπηρετεῖν κατάλληλον πρὸς τὴν ὁμοίαν σωτηρίαν.
なぜなら、似た者が似た者に仕えることは、同様の救いにとってふさわしいからである。
§24Ὅτε χοϊκοὶ ἦμεν, Καίσαρος ἦμεν.
私たちが塵に属する者であったとき、私たちは皇帝に属していた。
Καῖσαρ δέ ἐστιν ὁ πρόσκαιρος ἄρχων, οὗ καὶ εἰκὼν ἡ χοϊκὴ ὁ παλαιὸς ἄνθρωπος, εἰς ὃν ἐπαλινδρόμησεν.
そして皇帝とは、つかの間の支配者であり、その塵に属する肖像こそ、人がかつて逆戻りして陥った古い人間である。
τούτῳ οὖν τὰ χοϊκὰ ἀποδοτέον, ἃ »πεφορέκαμεν ἐν τῇ εἰκόνι τοῦ χοϊκοῦ«, καὶ »τὰ τοῦ θεοῦ τῷ θεῷ«·
したがって、この皇帝には、「私たちが塵に属する者の肖像において身にまとった」塵に属するものを返すべきであり、「神のものは神に」返すべきである。
ἕκαστον γὰρ τῶν παθῶν ὥσπερ γράμμα καὶ χάραγμα ἡμῖν καὶ σημεῖον.
なぜなら、情念のそれぞれは、私たちにとって文字であり、刻印であり、しるしのようなものだからである。
ἄλλο χάραγμα νῦν ὁ κύριος ἡμῖν καὶ ἄλλα ὀνόματα καὶ γράμματα ἐνσημαίνεται, πίστιν ἀντὶ ἀπιστίας, καὶ τὰ ἑξῆς.
今や、主は私たちに別の刻印を、そして不信仰の代わりに信仰を、といったように別の名前や文字を刻み込まれる。
οὕτως ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ πνευματικὰ μεταγόμεθα »φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«.
このようにして、私たちは「天に属する者の肖像を身にまとって」、物質的なものから霊的なものへと移されるのである。
§25Ὁ Ἰωάννης φησίν, ὅτι »ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω.
ヨハネは「私はあなたたちに水で洗礼を授ける。
ἔρχεται δέ μου [ὁ] ὀπίσω ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι καὶ πυρί.
しかし、私のあとに、霊と火によってあなたたちに洗礼を授けるお方が来られる」と言う。
« πυρὶ δὲ οὐδένα ἐβάπτισεν·
しかし、彼は誰にも火で洗礼を授けなかった。
»ἔνιοι δέ«, ὥς φησιν Ἡρακλέων, »πυρὶ τὰ ὦτα τῶν σφραγιζομένων κατεσημήναντο«, οὕτως ἀκούσαντες τὸ ἀποστολικόν.
「ある者たちは」とヘラクレオンが言うように、「使徒の言葉をそのように聞いて、印を施される者たちの耳に火で印を刻んだ」。
»τὸ γὰρ πτύον ἐν τῇ χειρὶ αὐτοῦ τοῦ διακαθᾶραι τὴν ἅλω.
すなわち、「その手に箕を持って、ご自分の脱穀場をきれいに片付けられる。
καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
そして麦を倉庫に集め、殻を消えることのない火で焼き払われる」のである。
« πρόσκειται οὖν τῷ »διὰ πυρὸς« τὸ »διὰ πνεύματος«, ἐπειδὴ ὡς ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται (τουτέστιν ἀπὸ τοῦ·
したがって、「火によって」に対して「霊によって」が添えられている。
ὑλικοῦ ἐνδύματος) διὰ πνεύματος καὶ τὸ ἄχυρον χωρίζεται διὰ τοῦ πνεύματος λικμώμενον, οὕτως τὸ πνεῦμα διαχωριστικὴν ἔχει δύναμιν ἐνεργειῶν ὑλικῶν.
なぜなら、麦が殻から(すなわち物質的な覆いから)霊によって区別され、殻が霊によって煽られて分けられるように、そのように霊は、物質的な働きを切り離す力を持っているからである。
ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, συνάγεται ὡς ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει·
そして、不生にして不滅なるものから生じた生命の種なるものは、小麦のように集められて蓄えられ、他方、物質的なものは、より優れたものと一緒にいる間は留まるが、それから切り離されると滅びる。
ὅταν δὲ ἐκείνου χωρισθῇ.
なぜなら、それは他のものの中にその存在を持っていたからである。
ἀπόλλυται· ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι. τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα. ἀναλωτικὸν δὲ τὸ πῦρ, πῦρ δὲ τὸ ὑλικὸν νοητέον.
それゆえ、この霊は力において切り離すものであり、火は消費するものである。 そして火は物質的なものであると理解されねばならない。
ἀλλ᾿ ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ. καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν. ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν. τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ᾿ ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν·
しかし、救われるものは小麦に似ており、魂にまとわりついているものは殻に似ており、前者は非肉体的であり、後者は切り離される物質的なものであるから、非肉体的なものに対しては、精神をも超えるほどに微細で純粋な「霊」を対応させ、物質的なものに対しては、悪でも劣悪でもなく、強力で悪を浄化する「火」を対応させたのである。
ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά. φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων.
なぜなら、火は善くかつ強力な力であり、劣ったものを滅ぼし、より優れたものを救うものと理解されるからである。
διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.
それゆえ、預言者たちの間でも、この火は「賢明な」火と呼ばれている。